호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦν μὲν οὖν ἐπὶ ῥοπῆς μικρᾶς ὁ Ἀρτοξέρξης διὰ τὸ γῆρας ἤδη τότε:? προσπεσόντος δὲ αὐτῷ τοῦ περὶ τὸν Ἀρσάμην πάθους οὐδὲ ὀλίγον ἀντέσχεν, ἀλλ εὐθὺς ὑπὸ λύπης καὶ δυσθυμίας ἀπεσβέσθη, βιώσας μὲν ἐνενήκοντα καὶ τέσσαρα ἔτη, βασιλεύσας δὲ δύο καὶ ἑξήκοντα, δόξας δὲ πρᾶος εἶναι καὶ φιλυπήκοος οὐχ ἥκιστα διὰ τὸν υἱὸν Ὦχον ὠμότητι καὶ μιαιφονίᾳ πάντας ὑπερβαλόμενον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기