호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ Ἀρτοξέρξησ ἓν ἀντὶ πάντων ὧν ἐλύπει τοὺσ Ἕλληνασ εὔφραινε, Τισαφέρνην τὸν ἔχθιστον αὐτοῖσ καὶ δυσμενέστατον ἀποκτείνασ. ἀπέκτεινε δὲ ταῖσ διαβολαῖσ αὐτοῦ τῆσ Παρυσάτιδοσ συνεπιθεμένησ. οὐ γὰρ ἐνέμεινε τῇ ὀργῇ πολὺν χρόνον ὁ βασιλεύσ, ἀλλὰ διηλλάγη τῇ μητρὶ καὶ μετεπέμψατο, νοῦν μὲν ὁρῶν ἔχουσαν καὶ φρόνημα βασιλείασ ἄξιον, αἰτίασ δὲ μηδεμιᾶσ οὔσησ ἐμποδὼν ἔτι δι’ ἣν ὑπόψονται συνόντεσ ἀλλήλοισ ἢ λυπήσουσιν. ὡσ οὖν ὑπώπτευσεν ἡ Παρύσατισ, τὴν παῖδα μᾶλλον ἢ πρότερον ἠσπάζετο, καὶ πρὸσ τὸν Ἀρτοξέρξην ἐπῄνει τό τε κάλλοσ αὐτῆσ καὶ τὸ ἦθοσ, ὡσ βασιλικῆσ καὶ μεγαλοπρεποῦσ.
τέλοσ οὖν γῆμαι τὴν κόρην ἔπεισε καὶ γνησίαν ἀποδεῖξαι γυναῖκα, χαίρειν ἐάσαντα δόξασ Ἑλλήνων καὶ νόμουσ, Πέρσαισ δὲ νόμον αὐτὸν ὑπὸ τοῦ θεοῦ καὶ δικαιωτὴν αἰσχρῶν καὶ καλῶν ἀποδεδειγμένον. ἔνιοι μέντοι λέγουσιν, ὧν ἐστι καὶ Ἡρακλείδησ ὁ Κυμαῖοσ, οὐ μίαν μόνον τῶν θυγατέρων, ἀλλὰ καὶ δευτέραν, Ἄμηστριν, γῆμαι τὸν Ἀρτοξέρξην, περὶ ἧσ ὀλίγον ὕστερον ἀπαγγελοῦμεν.
εὐχόμενοσ δὲ περὶ αὐτῆσ τῇ Ἥρᾳ προσκυνῆσαι μόνην θεῶν ἐκείνην, ταῖσ χερσὶ τῆσ γῆσ ἁψάμενοσ, δῶρά τε τῇ θεῷ τοσαῦτα πέμψαι τοὺσ σατράπασ καὶ φίλουσ αὐτοῦ κελεύσαντοσ ὥστε τὰ μεταξὺ τοῦ ἱεροῦ καὶ τῶν βασιλείων ἑκκαίδεκα στάδια χρυσοῦ καὶ ἀργύρου καὶ πορφύρασ καὶ ἵππων ἐμπλησθῆναι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기