- 텍스트

Plutarch, Artaxerxes, chapter 29 5:

(플루타르코스, Artaxerxes, chapter 29 5:)

ἀποφηναμένων δὲ πάντων ὁμοίως καὶ καταγνόντων τοῦ Δαρείου θάνατον, οἱ μὲν ὑπηρέται συλλαβόντες αὐτὸν εἰς οἴκημα πλησίον ἀπήγαγον, ὁ δὲ δήμιος κληθεὶς ἧκε μὲν ξυρὸν ἔχων, ᾧ τὰς κεφαλὰς ἀποτέμνουσι τῶν κολαζομένων, ἰδὼν δὲ τὸν Δαρεῖον ἐξεπλάγη καὶ ἀνεχώρει πρὸς τὰς θύρας ἀποβλέπων, ὡς·? οὐ δυνησόμενος οὐδὲ τολμήσων αὐτόχειρ γενέσθαι βασιλέως, ἔξωθεν δὲ τῶν δικαστῶν ἀπειλούντων καὶ διακελευομένων ἀναστρέψας καὶ τῇ ἑτέρᾳ χειρὶ δραξάμενος τῆς κόμης αὐτοῦ καὶ καταγαγών ἀπέτεμε τῷ ξυρῷ τὸν τράχηλον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION