호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πῦρ οὖν ἐπὶ πῦρ ἐγένετο τῷ νεανίσκῳ προσκείμενος ὁ Τηρίβαζος ἀεὶ καὶ λέγων ὡς οὐδὲν ὀνίνησιν ἡ κίταρις ἑστῶσα περὶ τῇ κεφαλῇ τοὺς ὑφ αὑτῶν μὴ ζητοῦντας ὀρθοῦσθαι τοῖς πράγμασι, κἀκεῖνον ἀβέλτερα φρονεῖν, εἰ, τοῦ μὲν ἀδελφοῦ διὰ τῆς γυναικωνίτιδος ἐνδυομένου τοῖς πράγμασι, τοῦ δὲ πατρὸς οὕτως ἔμπληκτον ἦθος καὶ ἀβέβαιον ἔχοντος, οἰέται βέβαιον αὐτῷ τὴν διαδοχὴν ὑπάρχειν.? ὁ γὰρ Ἑλληνικοῦ χάριν γυναίου τὸν ἄψευστον ἐν Πέρσαις ψευσάμενος νόμον οὐ δή που πιστός ἐστι τὰς περὶ τῶν μεγίστων ὁμολογίας ἐμπεδώσειν.
οὐ ταὐτὸ δ εἶναι τὸ μὴ τυχεῖν Ὤχῳ κἀκείνῳ τὸ στέρεσθαι τῆς βασιλείας: Ὦχον μὲν γὰρ οὐδένα κωλύσειν ἰδιώτην βιοῦν μακαρίως, ἐκείνῳ δ ἀποδεδειγμένῳ βασιλεῖ βασιλεύειν ἀνάγκην ἢ μηδὲ ζῆν εἶναι. καθόλου μὲν οὖν ἴσως, τὸ Σοφόκλειον, ταχεῖα πειθὼ τῶν κακῶν ὁδοιπορεῖ:
λεία γάρ τις ἡ πορεία καὶ κατάντης ἐπὶ τὸ βουλόμενον. βούλονται δὲ οἱ πλεῖστοι τὰ φαῦλα δι ἀπειρίαν τῶν καλῶν καὶ ἄγνοιαν: οὐ μὴν ἀλλὰ τὸ μέγεθος τὸ τῆς ἀρχῆς καὶ τὸ πρὸς τὸν Ὦχον τοῦ Δαρείου δέος ὑπόθεσιν τῷ Τηριβάζῳ παρεῖχε: Κυπρογένεια δ οὐ πάμπαν ἀναίτιος, ἡ τῆς Ἀσπασίας ἀφαίρεσις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기