- 텍스트

Plutarch, Artaxerxes, chapter 27 5:

(플루타르코스, Artaxerxes, chapter 27 5:)

ἐπεὶ δὲ καὶ ταύτην ἐρασθεὶς ἔγημεν, ὡς εἴρηται, παντάπασι δυσμενῶς πρὸς αὐτὸν ὁ Τηρίβαζος ἔσχεν, οὐδὲ ἄλλως στάσιμος ὢν τὸ ἦθος, ἀλλ ἀνώμαλος καὶ παράφορος.? διὸ καὶ νῦν μὲν εὐημερῶν ὅμοια τοῖς πρώτοις, νῦν δὲ προσκρούων καὶ σκορακιζόμενος οὐδεμίαν ἔφερεν ἐμμελῶς μεταβολήν, ἀλλὰ καὶ τιμώμενος ἦν ἐπαχθὴς ὑπὸ χαυνότητος, καὶ τὸ κολουόμενον οὐ ταπεινὸν οὐδὲ ἡσυχαῖον, ἀλλὰ τραχὺ καὶ ἀγέρωχον εἶχε.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION