호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῆς γὰρ Ἀρτέμιδος τῆς ἐν Ἐκβατάνοις, ἣν Ἀναϊ῀τιν καλοῦσιν, ἱέρειαν ἀνέδειξεν αὐτήν, ὅπως ἁγνὴ διάγῃ τὸν ἐπίλοιπον βίον, οἰόμενος οὐ χαλεπήν, ἀλλὰ καὶ μετρίαν τινὰ καὶ παιδιᾷ μεμιγμένην ταύτην λήψεσθαι δίκην παρὰ τοῦ παιδός.? ὁ δ ἤνεγκεν οὐ μετρίως, εἴτ ἔρωτι τῆς Ἀσπασίας περιπαθὴς γεγονώς, εἴτε ὑβρίσθαι καὶ κεχλευάσθαι νομίζων ὑπὸ τοῦ πατρός.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기