호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τούτοις ἐπείσθησαν ἀμφότεροι, καὶ φθάνειν ἀλλήλους νομίζοντες ὁ μὲν τῷ Τηριβάζῳ συνέπεμψε πρέσβεις, ὁ δὲ τῷ παιδὶ τοῦ Τηριβάζου.? διατριβῆς δὲ γενομένης ὑποψίαι καὶ διαβολαὶ κατὰ τοῦ Τηριβάζου τῷ Ἀρτοξέρξῃ προσέπιπτον αὐτὸς δὲ δυσθύμως εἶχε καὶ μετενόει πιστεύσας τῷ Τηριβάζῳ, καὶ τοῖς φθονοῦσιν ἐγκαλεῖν παρεῖχεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기