호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀποθνῄσκουσι δὲ οἱ φαρμακεῖς ἐν Πέρσαις κατὰ νόμον οὕτως:? λίθος ἐστὶ πλατύς, ἐφ οὗ τὴν κεφαλὴν καταθέντες αὐτῶν ἑτέρῳ λίθῳ παίουσι καὶ πιέζουσιν, ἄχρι οὗ συνθλάσωσι τὸ πρόσωπον καὶ τὴν κεφαλήν, ἡ μὲν οὖν Γίγις οὕτως ἀπέθανε, τὴν δὲ Παρύσατιν ὁ Ἀρτοξέρξης ἄλλο μὲν οὐδὲν οὔτε εἶπε κακὸν οὔτε ἐποίησεν, εἰς δὲ Βαβυλῶνα βουλομένην ἐξέπεμψεν εἰπὼν, ἑώς ἐκείνη περίεστιν αὐτὸς οὐκ ὄψεσθαι Βαβυλῶνα, τὰ μὲν κατὰ τὴν οἰκίαν οὕτως εἶχεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기