- 텍스트

Plutarch, Artaxerxes, chapter 18 4:

(플루타르코스, Artaxerxes, chapter 18 4:)

ἐκ δὲ τούτου τὴν Παρύσατιν ἐπιβουλεῦσαι τῇ Στατείρᾳ καὶ συσκευάσασθαι τὴν φαρμακείαν κατ αὐτῆς, οὐκ εἰκότα λέγων, ἀλλὰ πολλὴν ἀλογίαν ἔχοντα τῆς αἰτίας, εἰ δεινὸν ἔργον οὕτως ἔδρασε καὶ παρεκινδύνευσεν ἡ Παρύσατις διὰ Κλέαρχον, ἀνελεῖν τολμήσασα τὴν γνησίαν βασιλέως γυναῖκα καὶ τέκνων κοινωνὸν ἐπὶ βασιλείᾳ τρεφομένων, ἀλλὰ ταῦτα μὲν οὐκ ἄδηλον ὡς ἐπιτραγῳδεῖται τῇ Κλεάρχου μνήμῃ, καὶ γὰρ ἀναιρεθέντων φησὶ τῶν στρατηγῶν τοὺς μὲν ἄλλους ὑπὸ κυνῶν σπαράττεσθαι καὶ ὀρνέων, τῷ δὲ Κλεάρχου νεκρῷ θύελλαν ἀνέμου γῆς θῖνα πολλὴν φέρουσαν ἐπιχῶσαι καὶ ἐπικρύψαι τὸ σῶμα:??

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION