호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κακῶς δὲ ἀπώλετο καὶ Μιθριδάτης μετ ὀλίγον χρόνον ἐκ τῆς αὐτῆς ἀβελτερίας.? "ὡς καλὴν μὲν ἐσθῆτά σοι ταύτην, ὦ Μιθριδάτα, ὁ βασιλεὺς δέδωκε, καλὰ δὲ στρεπτὰ καὶ ψέλια:
"πολλοῦ δὲ ἄξιος ὁ ἀκινάκης. "ἦ μακάριόν σε καὶ περίβλεπτον ἅπασι πεποίηκεν. "ὦ Σπαραμίζη · "μειζόνων γὰρ ἐγὼ καὶ καλλιόνων βασιλεῖ τὴν ἡμέραν ἐκείνην ἄξιον ἐμαυτὸν παρέσχον. "ἐπεὶ δέ φασιν Ἕλληνες οἶνον καὶ ἀλήθειαν εἶναι, τί λαμπρὸν, ὦ τᾶν, ἢ μέγα, πῖλον εὑρεῖν ἵππου περιρρυέντα καὶ τοῦτον ἀνενεγκεῖν ·
ταῦτα δὲ οὐκ ἀγνοῶν τὸ ἀληθὲς ἔλεγεν, ἀλλὰ βουλόμενος ἐκκαλύψαι πρὸς τοὺς παρόντας ὑπεκίνει τὴν κουφότητα τοῦ ἀνθρώπου λάλου καὶ ἀκρατοῦς γεγονότος διὰ τὸν οἶνον. "ὑμεῖς μὲν, ὅ τι βούλεσθε, πίλους λέγετε καὶ φλυάρους:
"ἐγὼ δὲ ὑμῖν λέγω διαρρήδην ὑπὸ ταύτης ἀνῃρῆσθαι Κῦρον τῆς χειρός, οὐ γὰρ ὡς Ἀρταγέρσης ἠκόντισα κενὸν καὶ μάταιον, ἀλλὰ τοῦ μὲν ὀφθαλμοῦ μικρὸν ἥμαρτον, τὸν δὲ κροτάφου τυχὼν καὶ διελάσας κατέβαλον τὸν ἄνδρα καὶ τέθνηκεν ὑπ ἐκείνου τοῦ τραύματος: "Μιθριδάτα, πίνωμεν ἐν τῷ παρόντι καὶ ἐσθίωμεν τὸν βασιλέως δαίμονα προσκυνοῦντες, λόγους δὲ μείζους ἢ καθ ἡμᾶς ἐάσωμεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기