호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μεγαληγορῶν δὲ περὶ αὑτοῦ πολλά καὶ καρδίαν ἔφη τοῦ ἀδελφοῦ φορεῖν βαρυτέραν καὶ φιλοσοφεῖν μᾶλλον καὶ μαγεύειν βέλτιον, οἶνον δὲ πλείονα πίνειν καὶ φέρειν ἐκεῖνον δὲ ὑπὸ δειλίας καὶ μαλακίας ἐν μὲν τοῖς κυνηγεσίοις μηδὲ ἐφ ἵππου, ἐν δὲ τοῖς κινδύνοις μηδὲ ἐπὶ τοῦ θρόνου καθῆσθαι.? Λακεδαιμόνιοι μὲν οὖν σκυτάλην πρὸς Κλέαρχον ἀπέστειλαν ὑπηρετεῖν Κύρῳ πάντα κελεύοντες.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기