호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐχ ἧττον οὖν τοῖς ἄνω πιστεύων ὁ Κῦρος ἢ τοῖς περὶ αὑτόν ἐπεχείρει τῷ πολέμῳ:? καὶ Λακεδαιμονίοις ἔγραφε παρακαλῶν βοηθεῖν καὶ συνεκπέμπειν ἄνδρας, οἷς ἔφη δώσειν, ἂν μὲν πεζοὶ παρῶσιν, ἵππους, ἂν δὲ ἱππεῖς, συνωρίδας: ἐὰν δ ἀγροὺς ἔχωσι, κώμας: ἐὰν δὲ κώμας, πόλεις: μισθοῦ δὲ τοῖς στρατευομένοις οὐκ ἀριθμόν, ἀλλὰ μέτρον ἔσεσθαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기