호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔνιοι δέ φασιν οὐκ ἀρκούμενον οἷσ ἐλάμβανεν εἰσ τὸ καθ’ ἡμέραν δεῖπνον ἀποστῆναι βασιλέωσ, εὐήθη λέγοντεσ, εἰ γὰρ ἄλλο μηδέν, ἀλλὰ ἡ μήτηρ ὑπῆρχε, χρῆσθαι καὶ λαμβάνειν ὅσα βούλοιτο τῶν αὑτῆσ παρέχουσα καὶ διδοῦσα, μαρτυρεῖ δὲ τῷ πλούτῳ καὶ τὸ μισθοφορικόν πολλαχόθι διὰ τῶν φίλων καὶ ξένων αὐτῷ παρατρεφόμενον, ὡσ Ξενοφῶν εἴρηκεν. ἀθρόουσ μὲν γὰρ οὐ συνήγαγεν, ἔτι τὴν παρασκευὴν ἐπικρυπτόμενοσ, ἀλλαχόθι δὲ ἄλλουσ ἐπὶ πολλαῖσ προφάσεσι ξενολογοῦντασ εἶχε.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기