- 텍스트

Plutarch, Artaxerxes, chapter 4

(플루타르코스, Artaxerxes, chapter 4)

ἔνιοι δέ φασιν οὐκ ἀρκούμενον οἷς ἐλάμβανεν εἰς τὸ καθ ἡμέραν δεῖπνον ἀποστῆναι βασιλέως, εὐήθη λέγοντες, εἰ γὰρ ἄλλο μηδέν, ἀλλὰ ἡ μήτηρ ὑπῆρχε, χρῆσθαι καὶ λαμβάνειν ὅσα βούλοιτο τῶν αὑτῆς παρέχουσα καὶ διδοῦσα, μαρτυρεῖ δὲ τῷ πλούτῳ καὶ τὸ μισθοφορικόν πολλαχόθι διὰ τῶν φίλων καὶ ξένων αὐτῷ παρατρεφόμενον, ὡς Ξενοφῶν εἴρηκεν.? ἀθρόους μὲν γὰρ οὐ συνήγαγεν, ἔτι τὴν παρασκευὴν ἐπικρυπτόμενος, ἀλλαχόθι δὲ ἄλλους ἐπὶ πολλαῖς προφάσεσι ξενολογοῦντας εἶχε. βασιλέως δὲ ἥ τε μήτηρ παροῦσα τὰς ὑποψίας ἀφῄρει, καὶ Κῦρος αὐτὸς ἀεὶ θεραπευτικῶς ἔγραφε, τὰ μὲν αἰτούμενος παρ αὐτοῦ, τὰ δὲ Τισαφέρνους ἀντικατηγορῶν, ὡς δὴ πρὸς ἐκεῖνον αὐτῷ ζήλου καὶ ἀγῶνος ὄντος.

ἦν δέ τις καὶ μέλλησις ἐν τῇ φύσει τοῦ βασιλέως, ἐπιείκεια φαινομένη τοῖς πολλοῖς.

"οὗτος ὁ ἀνὴρ καὶ πόλιν ἂν ἐκ μικρᾶς ταχὺ ποιήσειε μεγάλην πιστευθείς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION