- 텍스트

Plutarch, Artaxerxes, chapter 2

(플루타르코스, Artaxerxes, chapter 2)

ὁ μὲν οὖν Κῦρος ἔντονόν τι καὶ σφοδρὸν εὐθὺς ἐκ πρώτης ἡλικίας εἶχεν, ἅτερος δὲ πραότερος ἐδόκει περὶ πάντα καὶ ταῖς ὁρμαῖς φύσει μαλακώτερος εἶναι, γυναῖκα δὲ καλὴν καὶ ἀγαθὴν ἔλαβε μὲν τῶν γονέων κελευόντων, ἐφύλαξε δὲ κωλυόντων τὸν γὰρ ἀδελφὸν αὐτῆς ἀποκτείνας ὁ βασιλεὺς ἐβουλεύετο κἀκείνην ἀνελεῖν, ὁ δὲ Ἀρσίκας τῆς μητρὸς ἱκέτης γενόμενος καὶ πολλὰ κατακλαύσας μόλις ἔπεισε μήτε ἀποκτεῖναι μήτε αὐτοῦ διαστῆσαι τὴν ἄνθρωπον.? καὶ γὰρ εἶχεν εὐπρεπῆ λόγον ἡ Παρύσατις, ᾧ καὶ Ξέρξης ὁ παλαιὸς ἐχρήσατο, Δημαράτου διδάξαντος, ὡς Ἀρσίκαν μὲν ἰδιώτῃ, Κῦρον δὲ βασιλεύοντι Δαρείῳ τεκεῖν.

οὐ μὴν ἔπεισεν, ἀλλ ὁ πρεσβύτερος ἀπεδείχθη βασιλεύς, Ἀρτοξέρξης μετονομασθείς, Κῦρος δὲ Λυδίας σατράπης καὶ τῶν ἐπὶ θαλάσσης στρατηγός.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION