- 텍스트

Epictetus, Works, book 3, Πρὸς τοὺς ἀποπίπτοντας ὧν προέθεντο.?

(에픽테토스, Works, book 3, Πρὸς τοὺς ἀποπίπτοντας ὧν προέθεντο.)

Σκέψαι, ὧν προέθου ἀρχόμενος, τίνων μὲν ἐκράτησας, τίνων δ οὔ, καὶ πῶς ἐφ οἷς μὲν εὐφραίνῃ ἀναμιμνῃσκόμενος, ἐφ οἷς δ ἄχθῃ, καὶ εἰ δυνατόν, ἀνάλαβε κἀκεῖνα ὧν ἀπώλισθες. οὐ γὰρ ἀποκνητέον τὸν ἀγῶνα τὸν μέγιστον ἀγωνιζομένοις, ἀλλὰ καὶ πληγὰς ληπτέον:

οὐ γὰρ ὑπὲρ πάλης καὶ παγκρατίου ὁ ἀγὼν πρόκειται, οὗ καὶ τυχόντι καὶ μὴ τυχόντι ἔξεστιν μὲν πλείστου ἀξίῳ, ἔξεστι δὲ ὀλίγου εἶναι καὶ νὴ Δία ἔξεστιν μὲν εὐτυχεστάτῳ, ἔξεστι δὲ κακοδαιμονεστάτῳ εἶναι, ἀλλ ὑπὲρ αὐτῆς εὐτυχίας καὶ εὐδαιμονίας.

τί οὖν·

οὐδ ἂν ἀπαυδήσωμεν ἐνταῦθα, κωλύει τις πάλιν ἀγωνίζεσθαι οὐδὲ δεῖ περιμεῖναι τετραετίαν ἄλλην, ἵν ἔλθῃ ἄλλα Ὀλύμπια, ἀλλ εὐθὺς ἀναλαβόντι καὶ ἀνακτησαμένῳ ἑαυτὸν καὶ τὴν αὐτὴν εἰσφέροντι προθυμίαν ἔξεστιν ἀγωνίζεσθαι: κἂν πάλιν ἀπείπῃς, πάλιν ἔξεστιν, κἂν ἅπαξ νικήσῃς, ὅμοιος εἶ τῷ μηδέποτε ἀπειπόντι. μόνον μὴ ὑπὸ ἔθους τοῦ αὐτοῦ ἡδέως αὐτὸ ἄρξῃ ποιεῖν:

καὶ λοιπὸν ὡς κακὸς ἀθλητὴς περιέρχῃ νικώμενος τὴν περίοδον ὅμοιος τοῖς ἀποφυγοῦσιν ὄρτυξιν. 3ἡττᾷ με φαντασία παιδισκαρίου καλοῦ.

τί γάρ· πρῴην οὐχ ἡττήθην· "προθυμία μοι γίνεται ψέξαι τινά. πρῴην γὰρ οὐκ ἔψεξα· " οὕτως ἡμῖν λαλεῖς ὡς ἀζήμιος ἐξεληλυθώς, οἱονεί τις τῷ ἰατρῷ κωλύοντι λούσασθαι λέγοι "πρῴην γὰρ οὐκ ἐλουσάμην·

ἂν οὖν ὁ ἰατρὸς αὐτῷ ἔχῃ λέγειν "ἄγε, λουσάμενος οὖν τί ἔπαθες· οὐκ ἐπύρεξας· οὐκ ἐκεφαλάλγησας·

καὶ σὺ ψέξας πρῴην τινὰ οὐ κακοήθους ἔργον ἔπραξας· οὐ φλυάρου· οὐκ ἔθρεψάς σου τὴν ἕξιν ταύτην παραβάλλων αὐτῇ τὰ οἰκεῖα ἔργα· ἡττηθεὶς δὲ τοῦ παιδισκαρίου ἀπῆλθες ἀζήμιος· τί οὖν τὰ πρῴην λέγεις· ἔδει δ οἶμαι μεμνημένον, ὡς οἱ δοῦλοι τῶν πληγῶν, ἀπέχεσθαι τῶν αὐτῶν ἁμαρτημάτων.

ἀλλ οὐχ ὅμοιον:

ἐνταῦθα μὲν γὰρ ὁ πόνος τὴν μνήμην ποιεῖ, ἐπὶ δὲ τῶν ἁμαρτημάτων ποῖος πόνος, ποία ζημία· πότε γὰρ εἰθίσθης φεύγειν τὸ κακῶς ἐνεργῆσαι·

상위

Works

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION