- 텍스트

Epictetus, Works, book 3, Περὶ τοῦ μὴ δεῖν προσπάσχειν τοῖς οὐκ ἐφ ἡμῖν.?

(에픽테토스, Works, book 3, Περὶ τοῦ μὴ δεῖν προσπάσχειν τοῖς οὐκ ἐφ ἡμῖν.)

Τὸ ἄλλου παρὰ φύσιν σοὶ κακὸν μὴ γινέσθω: οὐ γὰρ συνταπεινοῦσθαι πέφυκας οὐδὲ συνατυχεῖν, ἀλλὰ συνευτυχεῖν. ἂν δέ τις ἀτυχῇ, μέμνησο, ὅτι παρ αὑτὸν ἀτυχεῖ.

ὁ γὰρ θεὸς πάντας ἀνθρώπους ἐπὶ τὸ εὐδαιμονεῖν, ἐπὶ τὸ εὐσταθεῖν ἐποίησεν. πρὸς τοῦτο ἀφορμὰς ἔδωκεν, τὰ μὲν ἴδια δοὺς ἑκάστῳ, τὰ δ ἀλλότρια:

τὰ μὲν κωλυτὰ καὶ ἀφαιρετὰ καὶ ἀναγκαστὰ οὐκ ἴδια, τὰ δ ἀκώλυτα ἴδια: τὴν δ οὐσίαν τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ, ὥσπερ ἦν ἄξιον τὸν κηδόμενον ἡμῶν καὶ πατρικῶς προιστάμενον, ἐν τοῖς ἰδίοις. "ἀλλ ἀποκεχώρηκα τοῦ δεῖνος καὶ ὀδυνᾶται.

" διὰ τί γὰρ τὰ ἀλλότρια ἴδια ἡγήσατο· διὰ τί, ὅτε σε βλέπων ἔχαιρεν, οὐκ ἐπελογίζετο, ὅτι θνητὸς εἶ, ἀποδημητικὸς εἶ· τοιγαροῦν τίνει δίκας τῆς αὑτοῦ μωρίας. σὺ δ ἀντὶ τίνος·

ἐπὶ τί κλάεις σεαυτόν· ἢ οὐδὲ σὺ ταῦτα ἐμελέτησας, ἀλλ ὡς τὰ γύναια τὰ οὐδενὸς ἄξια πᾶσιν οἷς ἔχαιρες ὡς ἀ[ι]εὶ συνεσόμενος συνῆς, τοῖς τόποις, τοῖς ἀνθρώποις, ταῖς διατριβαῖς· καὶ νῦν κλαίων ἐκάθισας, ὅτι μὴ τοὺς αὐτοὺς βλέπεις καὶ ἐν τοῖς αὐτοῖς τόποις διατρίβεις. τούτου γὰρ ἄξιος εἶ, ἵνα καὶ τῶν κοράκων καὶ κορωνῶν ἀθλιώτερος ᾖς, οἷς ἔξεστιν ἵπτασθαι, ὅπου θέλουσιν, καὶ μετοικοδομεῖν τὰς νεοσσιὰς καὶ τὰ πελάγη διαπερᾶν μὴ στένουσιν μηδὲ ποθοῦσι τὰ πρῶτα.

- Ναί:

ἀλλ ὑπὸ τοῦ ἄλογα εἶναι πάσχει αὐτά. - Ἡμῖν οὖν λόγος ἐπὶ ἀτυχίᾳ καὶ κακοδαιμονίᾳ δέδοται ὑπὸ τῶν θεῶν, ἵν ἄθλιοι, ἵνα πενθοῦντες διατελῶμεν· ἢ πάντες ἔστωσαν ἀθάνατοι καὶ μηδεὶς ἀποδημείτω, μηδ ἡμεῖς ποῦ ἀποδημῶμεν, ἀλλὰ μένωμεν ὡς τὰ φυτὰ προσερριζωμένοι:

ἂν δέ τις ἀποδημήσῃ τῶν συνήθων, καθήμενοι κλαίωμεν καὶ πάλιν, ἂν ἔλθῃ, ὀρχώμεθα καὶ κροτῶμεν ὡς τὰ παιδία· Οὐκ ἀπογαλακτίσομεν ἤδη ποθ ἑαυτοὺς καὶ μεμνησόμεθα ὧν ἠκούσαμεν παρὰ τῶν φιλοσόφων·

εἴ γε μὴ ὡς ἐπαοιδῶν αὐτῶν ἠκούομεν, ὅτι ὁ κόσμος οὗτος μία πόλις ἐστὶ καὶ ἡ οὐσία, ἐξ ἧς δεδημιούργηται, μία καὶ ἀνάγκη περίοδόν τινα εἶναι καὶ παραχώρησιν ἄλλων ἄλλοις καὶ τὰ μὲν διαλύεσθαι, τὰ δ ἐπιγίνεσθαι, τὰ μὲν μένειν ἐν τῷ αὐτῷ, τὰ δὲ κινεῖσθαι.

πάντα δὲ φίλων μεστά, πρῶτα μὲν θεῶν, εἶτα καὶ ἀνθρώπων φύσει πρὸς ἀλλήλους ᾠκειωμένων:

καὶ δεῖ τοὺς μὲν παρεῖναι ἀλλήλοις, τοὺς δ ἀπαλλάττεσθαι, τοῖς μὲν συνοῦσι χαίροντας, τοῖς δ ἀπαλλαττομένοις μὴ ἀχθομένους. ὁ δ ἄνθρωπος πρὸς τῷ φύσει μεγαλόφρων εἶναι καὶ πάντων τῶν ἀπροαιρέτων καταφρονητικὸς ἔτι κἀκεῖνο ἔσχηκε τὸ μὴ ἐρριζῶσθαι μηδὲ προσπεφυκέναι τῇ γῇ, ἀλλὰ ἄλλοτ ἐπ ἄλλους ἱέσθαι τόπους ποτὲ μὲν χρειῶν τινων ἐπειγουσῶν, ποτὲ δὲ καὶ αὐτῆς τῆς θέας ἕνεκα.

Καὶ τῷ Ὀδυσσεῖ τὸ συμβὰν τοιοῦτόν τι ἦν: πολλῶν δ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω:

καὶ ἔτι πρόσθεν τῷ Ἡρακλεῖ περιελθεῖν τὴν οἰκουμένην ὅλην ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντα καὶ τὴν μὲν ἐκβάλλοντα καὶ καθαίροντα, τὴν δ ἀντεισάγοντα. καίτοι πόσους οἰεί φίλους ἔσχεν ἐν Θήβαις, πόσους ἐν Ἄργει, πόσους ἐν Ἀθήναις, πόσους δὲ περιερχόμενος ἐκτήσατο, ὅς γε καὶ ἐγάμει, ὅπου καιρὸς ἐφάνη αὐτῷ, καὶ ἐπαιδοποιεῖτο καὶ τοὺς παῖδας ἀπέλειπεν οὐ στένων οὐδὲ ποθῶν οὐδ ὡς ὀρφανοὺς ἀφιείς·

ᾔδει γάρ, ὅτι οὐδείς ἐστιν ἄνθρωπος ὀρφανός, ἀλλὰ πάντων ἀ[ι]εὶ καὶ διηνεκῶς ὁ πατήρ ἐστιν ὁ κηδόμενος.

οὐ γὰρ μέχρι λόγου ἠκηκόει, ὅτι πατήρ ἐστιν ὁ Ζεὺς τῶν ἀνθρώπων, ὅς γε καὶ αὑτοῦ πατέρα ᾤετο αὐτὸν καὶ ἐκάλει καὶ πρὸς ἐκεῖνον ἀφορῶν ἔπραττεν ἃ ἔπραττεν.

τοιγάρτοι πανταχοῦ ἐξῆν αὐτῷ διάγειν εὐδαιμόνως. οὐδέποτε δ ἐστὶν οἱό῀ν τ εἰς τὸ αὐτὸ ἐλθεῖν εὐδαιμονίαν καὶ πόθον τῶν οὐ παρόντων τὸ γὰρ εὐδαιμονοῦν ἀπέχειν δεῖ πάντα ἃ θέλει, πεπληρωμένῳ τινὶ ἐοικέναι:

οὐ δίψος δεῖ προσεῖναι αὐτῷ, οὐ λιμόν. - Ἀλλ ὁ Ὀδυσσεὺς ἐπεπόνθει πρὸς τὴν γυναῖκα καὶ ἔκλαιεν ἐπὶ πέτρα[ι]ς καθεζόμενος.

- Σὺ δ Ὁμήρῳ πάντα προσέχεις καὶ τοῖς μύθοις αὐτοῦ· ἢ εἰ ταῖς ἀληθείαις ἔκλαεν, τί ἄλλο ἢ ἐδυστύχει· τίς δὲ καλός τε καὶ ἀγαθὸς δυστυχεῖ· τῷ ὄντι κακῶς διοικεῖται τὰ ὅλα, εἰ μὴ ἐπιμελεῖται ὁ Ζεὺς τῶν ἑαυτοῦ πολιτῶν, ἵν ὦσιν ὅμοιοι αὐτῷ, εὐδαίμονες.

ἀλλὰ ταῦτα οὐ θεμιτὰ οὐδ ὅσια ἐνθυμηθῆναι, ἀλλ ὁ Ὀδυσσεύς, εἰ μὲν ἔκλαεν καὶ ὠδύρετο, οὐκ ἦν ἀγαθός. τίς γὰρ ἀγαθός ἐστιν ὁ οὐκ εἰδώς, ὅς ἐστιν· τίς δ οἶδεν ταῦτα ἐπιλελησμένος, ὅτι φθαρτὰ τὰ γενόμενα καὶ ἄνθρωπον ἀνθρώπῳ συνεῖναι οὐ δυνατὸν ἀεί·

τί οὖν·

τῶν μὴ δυνατῶν ἐφίεσθαι ἀνδραποδῶδες, ἠλίθιον, ξένου θεομαχοῦντος, ὡς μόνον οἱό῀ν τε, τοῖς δόγμασι τοῖς ἑαυτοῦ. Ἀλλ ἡ μήτηρ μου στένει μὴ ὁρῶσά με. - Διὰ τί γὰρ οὐκ ἔμαθεν τούτους τοὺς λόγους·

καὶ οὐ τοῦτό φημι, ὅτι οὐκ ἐπιμελητέον τοῦ μὴ οἰμώζειν αὐτήν, ἀλλ ὅτι οὐ δεῖ θέλειν τὰ ἀλλότρια ἐξ ἅπαντος. λύπη δ ἡ ἄλλου ἀλλότριόν ἐστιν, ἡ δ ἐμὴ ἐμόν.

ἐγὼ οὖν τὸ μὲν ἐμὸν παύσω ἐξ ἅπαντος, ἐπ ἐμοὶ γάρ ἐστιν: τὸ δ ἀλλότριον πειράσομαι κατὰ δύναμιν, ἐξ ἅπαντος δ οὐ πειράσομαι. εἰ δὲ μή, θεομαχήσω, ἀντιθήσω πρὸς τὸν Δία, ἀντιδιατάξομαι αὐτῷ πρὸς τὰ ὅλα.

καὶ τἀπίχειρα τῆς θεομαχίας ταύτης καὶ ἀπειθείας οὐ παῖδες παίδων ἐκτίσουσιν, ἀλλ αὐτὸς ἐγὼ μεθ ἡμέραν, νυκτὸς διὰ τῶν ἐνυπνίων ἐκπηδῶν, ταρασσόμενος, πρὸς πᾶσαν ἀπαγγελίαν τρέμων, ἐξ ἐπιστολῶν ἀλλοτρίων ἠρτημένην ἔχων τὴν ἐμαυτοῦ ἀπάθειαν. ἀπὸ Ῥώμης τις ἥκει.

"μόνον μή τι κακόν. " τί δὲ κακὸν ἐκεῖ σοι συμβῆναι δύναται, ὅπου μὴ εἶ· ἀπὸ τῆς Ἑλλάδος. "μόνον μή τι κακόν. " οὕτως σοι πᾶς τόπος δύναται δυστυχίας εἶναι αἴτιος. οὐχ ἱκανὸν ἐκεῖ σε ἀτυχεῖν, ὅπου αὐτὸς εἶ, ἀλλὰ καὶ πέραν θαλάσσης καὶ διὰ γραμμάτων· οὕτως ἀσφαλῶς σοι τὰ πράγματα ἔχει·

- Τί οὖν, ἂν ἀποθάνωσιν οἱ ἐκεῖ φίλοι·

- Τί γὰρ ἂν ἄλλο ἢ οἱ θνητοὶ ἀπέθανον· ἢ πῶς ἅμα μὲν γηρᾶσαι θέλεις, ἅμα δὲ μηδενὸς τῶν στεργομένων μὴ [ε]ἰδεῖν θάνατον· οὐκ οἶσθ, ὅτι ἐν τῷ μακρῷ χρόνῳ πολλὰ καὶ ποικίλα ἀποβαίνειν ἀνάγκη, τοῦ μὲν πυρετὸν γενέσθαι κρείττονα, τοῦ δὲ λῃστήν, τοῦ δὲ τύραννον·

τοιοῦτο γὰρ τὸ περιέχον, τοιοῦτον οἱ συνόντες, ψύχη καὶ καύματα καὶ τροφαὶ ἀσύμμετροι καὶ ὁδοιπορίαι καὶ πλοῦς καὶ ἄνεμοι καὶ περιστάσεις ποικίλαι:

τὸν μὲν ἀπώλεσαν, τὸν δ ἐξώρισαν, τὸν δ εἰς πρεσβείαν, ἄλλον δ εἰς στρατ είαν ἐνέβαλον. κάθησο τοίνυν πρὸς πάντα ταῦτα ἐπτοημένος, πενθῶν, ἀτυχῶν, δυστυχῶν, ἐξ ἄλλου ἠρτημένος καὶ τούτου οὐχ ἑνός, οὐ δυεῖν, ἀλλὰ μυρίων ἐπὶ μυρίοις.

Ταῦτα ἤκουες παρὰ τοῖς φιλοσόφοις, ταῦτ ἐμάνθανες· οὐκ οἶσθ, ὅτι στρατεία τὸ χρῆμά ἐστιν·

τὸν μὲν δεῖ φυλάττειν, τὸν δὲ κατασκοπήσοντα ἐξιέναι, τὸν δὲ καὶ πολεμήσοντα: οὐχ οἱό῀ν τ εἶναι πάντας ἐν τῷ αὐτῷ οὐδ ἄμεινον. σὺ δ ἀφεὶς ἐκτελεῖν τὰ προστάγματα τοῦ στρατηγοῦ ἐγκαλεῖς, ὅταν τί σοι προσταχθῇ τραχύτερον, καὶ οὐ παρακολουθεῖς, οἱο῀ν ἀποφαίνεις, ὅσον ἐπὶ σοί, τὸ στράτευμα, ὅτι ἄν σε πάντες μιμήσωνται, οὐ τάφρον σκάψει τις, οὐ χάρακα περιβαλεῖ, οὐκ ἀγρυπνήσει, οὐ κινδυνεύσει, ἀλλὰ ἄχρηστος δόξει στρατεύεσθαι.

πάλιν ἐν πλοίῳ ναύτης ἂν πλέῃς, μίαν χώραν κάτεχε καὶ ταύτην προσλιπάρει:

ἂν δ ἐπὶ τὸν ἱστὸν ἀναβῆναι δέῃ, μὴ θέλε, ἂν εἰς τὴν πρῴραν διαδραμεῖν, μὴ θέλε: καὶ τίς ἀνέξεταί σου κυβερνήτης· οὐχὶ δ ὡς σκεῦος ἄχρηστον ἐκβαλεῖ, οὐδὲν ἄλλο ἢ ἐμπόδιον καὶ κακὸν παράδειγμα τῶν ἄλλων ναυτῶν· οὕτως δὲ καὶ ἐνθάδε:

στρατεία τίς ἐστιν ὁ βίος ἑκάστου καὶ αὕτη μακρὰ καὶ ποικίλη. τηρεῖν σε δεῖ τὸ τοῦ στρατιώτου καὶ τοῦ στρατηγοῦ πρὸς νεῦμα πράσσειν ἕκαστα: εἰ οἱό῀ν τε, μαντευόμενον ἃ θέλει.

οὐδὲ γὰρ ὅμοιος ἐκεῖνος ὁ στρατηγὸς καὶ οὗτος οὔτε κατὰ τὴν ἰσχὺν οὔτε κατὰ τὴν τοῦ ἤθους ὑπεροχήν. τέταξαι ἐν πόλει ἡγεμονίᾳ καὶ οὐκ ἐν ταπεινῇ τινι χώρᾳ, ἀλλ ἀεὶ βουλευτής.

οὐκ οἶσθ, ὅτι τὸν τοιοῦτον ὀλίγα μὲν δεῖ οἰκονομεῖν, τὰ πολλὰ δ ἀποδημεῖν ἄρχοντα ἢ ἀρχόμενον ἢ ὑπηρετοῦντά τινι ἀρχῇ ἢ στρατευόμενον ἢ δικάζοντα· εἶτά μοι θέλεις ὡς φυτὸν προσηρτῆσθαι τοῖς αὐτοῖς τόποις καὶ προσερριζῶσθαι· - Ἡδὺ γάρ ἐστιν.

- Τίς οὔ φησιν· ἀλλὰ καὶ ζωμὸς ἡδύς ἐστι καὶ γυνὴ καλὴ ἡδύ ἐστιν. τί ἄλλο λέγουσιν οἱ τέλος ποιούμενοι τὴν ἡδονήν· Οὐκ αἰσθάνῃ, τίνων ἀνθρώπων φωνὴν ἀφῆκας· ὅτι Ἐπικουρείων καὶ κιναίδων·

εἶτα τὰ ἐκείνων ἔργα πράσσων καὶ τὰ δόγματα ἔχων τοὺς λόγους ἡμῖν λέγεις τοὺς Ζήνωνος καὶ Σωκράτους· οὐκ ἀπορρίψεις ὡς μακροτάτω τἀλλότρια, οἷς κοσμῇ μηδέν σοι προσήκουσιν· ἢ τί ἄλλο θέλουσιν ἐκεῖνοι ἢ καθεύδειν ἀπαραποδίστως καὶ ἀναναγκάστως καὶ ἀναστάντες ἐφ ἡσυχίας χασμήσασθαι καὶ τὸ πρόσωπον ἀποπλῦναι, εἶτα γράψαι καὶ ἀναγνῶναι ἃ θέλουσιν, εἶτα φλυαρῆσαί τί ποτ ἐπαινούμενοι ὑπὸ τῶν φίλων, ὅ τι ἂν λέγωσιν, εἶτα εἰς περίπατον προελθόντες καὶ ὀλίγα περιπατήσαντες λούσασθαι, εἶτα φαγεῖν, εἶτα κοιμηθῆναι, οἱάν δὴ κοίτην καθεύδειν τοὺς τοιούτους εἰκός - τί ἄν τις λέγοι·

ἔξεστιν γὰρ τεκμαίρεσθαι. ἄγε, φέρε μοι καὶ σὺ τὴν σαυτοῦ διατριβήν, ἣν ποθεῖς, ζηλωτὰ τῆς ἀληθείας καὶ Σωκράτους καὶ Διογένους.

τί θέλεις ἐν Ἀθήναις ποιεῖν· ταῦτα αὐτά· μή τι ἕτερα·

τί οὖν Στωικὸν σαυτὸν εἶναι λέγεις· εἶτα οἱ μὲν τῆς Ῥωμαίων πολιτείας καταψευδόμενοι κολάζονται πικρῶς, τοὺς δ οὕτως μεγάλου καὶ σεμνοῦ καταψευδομένους πράγματος καὶ ὀνόματος ἀθῴους ἀπαλλάττεσθαι δεῖ· ἢ τοῦτό γε οὐ δυνατόν, ἀλλ ὁ νόμος θεῖος καὶ ἰσχυρὸς καὶ ἀναπόδραστος οὗτός ἐστιν ὁ τὰς μεγίστας εἰσπρασσόμενος κολάσεις παρὰ τῶν τὰ μέγιστα ἁμαρτανόντων·

τί γὰρ λέγει·

"ὁ προσποιούμενος τὰ μηδὲν πρὸς αὐτὸν ἔστω ἀλαζών, ἔστω κενόδοξος: ὁ ἀπειθῶν τῇ θείᾳ διοικήσει ἔστω ταπεινός, ἔστω δοῦλος, λυπείσθω, φθονείτω, ἐλεείτω, τὸ κεφάλαιον πάντων, δυστυχείτω, θρηνείτω. " Τί οὖν· θέλεις με τὸν δεῖνα θεραπεύειν·

ἐπὶ θύρα[ι]ς αὐτοῦ πορεύεσθαι· - Εἰ[ς] τοῦτο αἱρεῖ λόγος, ὑπὲρ τῆς πατρίδος, ὑπὲρ τῶν συγγενῶν, ὑπὲρ ἀνθρώπων, διὰ τί μὴ ἀπέλθῃς· ἀλλ ἐπὶ μὲν τὰς τοῦ σκυτέως οὐκ αἰσχύνῃ πορευόμενος, ὅταν δέῃ ὑποδημάτων, οὐδ ἐπὶ τὰς τοῦ κηπουροῦ, ὅταν θιδράκων, ἐπὶ δὲ τὰς τῶν πλουσίων, ὅταν τινὸς ὁμοίου δέῃ· - Ναί:

τὸν σκυτέα γὰρ οὐ θαυμάζω. - Μηδὲ τὸν πλούσιον. - Οὐδὲ τὸν κηπουρὸν κολακεύσω. - Μηδὲ τὸν πλούσιον. Πῶς οὖν τύχω οὗ δέομαι· - Ἐγὼ δέ σοι λέγω ὅτι "ὡς τευξόμενος ἀπέρχου"·

οὐχὶ δὲ μόνον, ἵνα πράξῃς τὸ σαυτῷ πρέπον· - Τί οὖν ἔτι πορεύομαι·

- Ἵν ἀπέλθῃς, ἵνα ἀποδεδωκὼς ᾖς τὰ τοῦ πολίτου ἔργα, τὰ ἀδελφοῦ, τὰ φίλου. καὶ λοιπὸν μέμνησο, ὅτι πρὸς σκυτέα ἀφῖξαι, πρὸς λαχανοπώλην, οὐδενὸς μεγάλου ἢ σεμνοῦ ἔχοντα τὴν ἐξουσίαν, κἂν αὐτὸ πολλοῦ πωλῇ.

ὡς ἐπὶ τὰς θίδρακας ἀπέρχῃ: ὀβολοῦ γάρ εἰσιν, ταλάντου δ οὐκ εἰσίν. οὕτως κἀνταῦθα.

τοῦ ἐπὶ θύρας ἐλθεῖν ἄξιον τὸ πρᾶγμα: ἔστω, ἀφίξομαι. τοῦ διαλεχθῆναι οὕτως: ἔστω, διαλεχθήσομαι. ἀλλὰ καὶ τὴν χεῖρα δεῖ καταφιλῆσαι καὶ θωπεῦσαι δι ἐπαίνου. ἄπαγε, ταλάντου ἐστίν: οὐ λυσιτελεῖ μοι οὐδὲ τῇ πόλει οὐδὲ τοῖς φίλοις ἀπολέσαι καὶ πολίτην ἀγαθὸν καὶ φίλον. Ἀλλὰ δόξεις μὴ προτεθυμῆσθαι μὴ ἀνύσας. πάλιν ἐπελάθου, τίνος ἕνεκα ἐλήλυθας·

οὐκ οἶσθ, ὅτι ἀνὴρ καλὸς καὶ ἀγαθὸς οὐδὲν ποιεῖ τοῦ δόξαι ἕνεκα, ἀλλὰ τοῦ πεπρᾶχθαι καλῶς· - Τί οὖν ὄφελος αὐτῷ τοῦ πρᾶξαι καλῶς·

- Τί δ ὄφελος τῷ γράφοντι τὸ Δίωνος ὄνομα, ὡς χρὴ γράφειν· αὐτὸ τὸ γράψαι. - Ἔπαθλον οὖν οὐδέν· - Σὺ δὲ ζητεῖς ἔπαθλον ἀνδρὶ ἀγαθῷ μεῖζον τοῦ τὰ καλὰ καὶ δίκαια πράττειν· ἐν Ὀλυμπίᾳ δ οὐδεὶς ἄλλο οὐδέν, ἀλλ ἀρκεῖν σοι δοκεῖ τὸ ἐστεφανῶσθαι Ὀλύμπια.

οὕτως σοι μικρὸν καὶ οὐδενὸς ἄξιον εἶναι φαίνεται τὸ εἶναι καλὸν καὶ ἀγαθὸν καὶ εὐδαίμονα· πρὸς ταῦτα ὑπὸ θεῶν εἰς τὴν πόλιν ταύτην εἰσηγμένος καὶ ἤδη τῶν ἀνδρὸς ἔργων ὀφείλων ἅπτεσθαι τιτθὰς ἐπιποθεῖς καὶ μάμμην καὶ κάμπτει σε καὶ ἀποθηλύνει κλαίοντα γύναια μωρά·

οὕτως οὐδέποτε παύσει παιδίον: ὢν νήπιον· οὐκ οἶσθ, ὅτι ὁ τὰ παιδίου ποιῶν ὅσῳ πρεσβύτερος τοσούτῳ γελοιότερος· Ἐν Ἀθήναις δ οὐδένα ἑώρας εἰς οἶκον αὐτοῦ φοιτῶν·

- Ὁ`ν ἐβουλόμην. - Καὶ ἐνθάδε τοῦτον θέλε ὁρᾶν καὶ ὃν βούλει ὄψει: μόνον μὴ ταπεινῶς, μὴ μετ ὀρέξεως ἢ ἐκκλίσεως καὶ ἔσται τὰ σὰ καλῶς. τοῦτο δ οὐκ ἐν τῷ ἐλθεῖν ἐστιν οὐδ ἐν τῷ ἐπὶ θύραις στῆναι, ἀλλ ἔνδον ἐν τοῖς δόγμασιν.

ὅταν τὰ ἐκτὸς καὶ ἀπροαίρετα ἠτιμακὼς ᾖς καὶ μηδὲν αὐτῶν σὸν ἡγημένος, μόνα δ ἐκεῖνα σά, τὸ κρῖναι καλῶς, τὸ ὑπολαβεῖν, τὸ ὁρμῆσαι, τὸ ὀρεχθῆναι, τὸ ἐκκλῖναι, ποῦ ἔτι κολακείας τόπος, ποῦ ταπεινοφροσύνης·

τί ἔτι ποθεῖς τὴν ἡσυχίαν τὴν ἐκεῖ, τί τοὺς συνήθεις τόπους· ἔκδεξαι βραχὺ καὶ τούτους πάλιν ἕξεις συνήθεις.

εἶτα ἂν οὕτως ἀγεννῶς ἔχῃς, πάλιν καὶ τούτων ἀπαλλαττόμενος κλαῖε καὶ στένε. Πῶς οὖν γένωμαι φιλόστοργος· - Ὡς γενναῖος, ὡς εὐτυχής:

οὐδέποτε γὰρ αἱρεῖ ὁ λόγος ταπεινὸν εἶναι οὐδὲ κατακλᾶσθαι οὐδ ἐξ ἄλλου κρέμασθαι οὐδὲ μέμψασθαί ποτε θεὸν ἢ ἄνθρωπον. οὕτως μοι γίνου φιλόστοργος ὡς ταῦτα τηρήσων:

εἰ δὲ διὰ τὴν φιλοστοργίαν ταύτην, [τ]ἥντινά ποτε καὶ καλεῖς φιλοστοργίαν, δοῦλος μέλλεις εἶναι καὶ ἄθλιος, οὐ λυσιτελεῖ φιλόστοργον εἶναι. καὶ τί κωλύει φιλεῖν τινα ὡς θνητόν, ὡς ἀποδημητικόν·

ἢ Σωκράτης οὐκ ἐφίλει τοὺς παῖδας τοὺς ἑαυτοῦ· ἀλλ ὡς ἐλεύθερος, ὡς μεμνημένος, ὅτι πρῶτον δεῖ θεοῖς εἶναι φίλον. διὰ τοῦτο οὐδὲν παρέβη τῶν πρεπόντων ἀνδρὶ ἀγαθῷ οὔτ ἀπολογούμενος οὐθ ὑποτιμώμενος οὔτ ἔτι πρόσθεν βουλεύων ἢ στρατευόμενος.

ἡμεῖς δὲ πάσης προφάσεως πρὸς τὸ ἀ[γ]γεννεῖς εἶναι εὐποροῦμεν, οἱ μὲν διὰ παῖδα, οἱ δὲ διὰ μητέρα, ἄλλοι δὲ δι ἀδελφούς.

δι οὐδένα δὲ προσήκει δυστυχεῖν, ἀλλὰ εὐτυχεῖν διὰ πάντας, μάλιστα δὲ διὰ τὸν θεὸν τὸν ἐπὶ τοῦτο ἡμᾶς κατασκευάσαντα.

ἄγε, Διογένης δ οὐκ ἐφίλει οὐδένα, ὃς οὕτως ἥμερος ἦν καὶ φιλάνθρωπος, ὥστε ὑπὲρ τοῦ κοινοῦ τῶν ἀνθρώπων τοσούτους πόνους καὶ ταλαιπωρίας τοῦ σώματος ἄσμενος ἀναδέχεσθαι·

ἀλλ ἐφίλει πῶς·

ὡς τοῦ Διὸς διάκονον ἔδει, ἅμα μὲν κηδόμενος, ἅμα δ ὡς τῷ θεῷ ὑποτεταγμένος. διὰ τοῦτο πᾶσα γῆ πατρὶς ἦν ἐκείνῳ μόνῳ, ἐξαίρετος δ οὐδεμία: καὶ ἁλοὺς οὐκ ἐπόθει τὰς Ἀθήνας οὐδὲ τοὺς ἐκεῖ συνήθεις καὶ φίλους, ἀλλ αὐτοῖς τοῖς πειραταῖς συνήθης ἐγίνετο καὶ ἐπανορθοῦν ἐπειρᾶτο.

καὶ πραθεὶς ὕστερον ἐν Κορίνθῳ διῆγεν οὕτως ὡς πρόσθεν ἐν Ἀθήναις καὶ εἰς Περραιβοὺς δ ἂν ἀπελθὼν ὡσαύτως εἶχεν. οὕτως ἐλευθερία γίνεται.

διὰ τοῦτο ἔλεγεν ὅτι "ἐξ οὗ μ Ἀντισθένης ἠλευθέρωσεν, οὐκέτι ἐδούλευσα" 3. πῶς ἠλευθέρωσεν· ἄκουε, τί λέγει:

"ἐδίδαξέν με τὰ ἐμὰ καὶ τὰ οὐκ ἐμά. κτῆσις οὐκ ἐμή: συγγενεῖς, οἰκεῖοι, φίλοι, φήμη, συνήθεις τόποι, διατριβή, πάντα ταῦτα ὅτι ἀλλότρια. "σὸν οὖν τί·

χρῆσις φαντασιῶν. " ταύτην ἔδειξέν μοι ὅτι ἀκώλυτον ἔχω, ἀνανάγκαστον: οὐδεὶς ἐμποδίσαι δύναται, οὐδεὶς βιάσασθαι ἄλλως χρήσασθαι ἢ ὡς θέλω. τίς οὖν ἔτι ἔχει μου ἐξουσίαν·

Φίλιππος ἢ Ἀλέξανδρος ἢ Περδίκκας ἢ ὁ μέγας βασιλεύς· πόθεν αὐτοῖς· 3.

οὗτινος οὖν οὐχ ἡδονὴ κρείττων ἐστίν, οὐ πόνος, οὐ δόξα, οὐ πλοῦτος, δύναται δ, ὅταν αὐτῷ δόξῃ, τὸ σωμάτιον ὅλον προσπτύσας τινὶ ἀπελθεῖν, τίνος ἔτι οὗτος δοῦλός ἐστιν, τίνι ὑποτέτακται· εἰ δ ἡδέως ἐν Ἀθήναις διῆγεν καὶ ἥττητο ταύτης τῆς διατριβῆς, ἐπὶ παντὶ ἂν ἦν τὰ ἐκείνου πράγματα, ὁ ἰσχυρότερος κύριος ἂν ἦν λυπῆσαι αὐτόν.

πῶς ἂν δοκεῖς τοὺς πειρατὰς ἐκολάκευεν, ἵν αὐτὸν Ἀθηναίων τινὶ πωλήσωσιν, ἵν ἴδῃ ποτὲ τὸν Πειραιᾶ τὸν καλὸν καὶ τὰ μακρὰ τείχη καὶ τὴν ἀκρόπολιν·

τίς ὢν [ε]ἴδῃς, ἀνδράποδον·

δοῦλος καὶ ταπεινός:

καὶ τί σοι ὄφελος· - Οὔ: ἀλλ ἐλεύθερος. - Δεῖξον, πῶς ἐλεύθερος. ἰδοὺ ἐπείληπταί σου τίς ποτε οὗτος ὁ ἐξάγων σε ἀπὸ τῆς συνήθους σοι διατριβῆς καὶ λέγει "δοῦλος ἐμὸς εἶ: ἐπ ἐμοὶ γάρ ἐστι κωλῦσαί σε διάγειν ὡς θέλεις, ἐπ ἐμοὶ τὸ ἀνεῖναί σε, τὸ ταπεινοῦν: ὅταν θέλω, πάλιν εὐφραίνῃ καὶ μετέωρος πορεύῃ εἰς Ἀθήνας" 3. τί λέγεις πρὸς τοῦτον τὸν δουλαγωγοῦντά σε· ποῖον αὐτῷ καρπιστὴν δίδως·

ἢ οὐδ ὅλως ἀντιβλέπεις, ἀλλ ἀφεὶς τοὺς πολλοὺς λόγους ἱκετεύεις, ἵνα ἀφεθῇς· ἄνθρωπε, εἰς φυλακήν σε δεῖ χαίροντα ἀπιέναι, σπεύδοντα, φθάνοντα τοὺς ἀπάγοντας.

εἶτά μοι σὺ μὲν ἐν Ῥώμῃ διάγειν ὀκνεῖς, τὴν Ἑλλάδα ποθεῖς· ὅταν δ ἀποθνῄσκειν δέῃ, καὶ τότε μέλλεις ἡμῶν κατακλαίειν, ὅτι τὰς Ἀθήνας οὐ μέλλεις βλέπειν καὶ ἐν Λυκείῳ οὐ περιπατήσεις· ἐπὶ τοῦτο ἀπεδήμησας·

τούτου ἕνεκα ἐζήτησάς τινι συμβαλεῖν, ἵν ὠφεληθῇς ὑπ αὐτοῦ· ποίαν ὠφέλειαν· συλλογισμοὺς ἵν ἀναλύσῃς ἑκτικώτερον ἢ ἐφοδεύσης ὑποθετικούς· καὶ διὰ ταύτην τὴν αἰτίαν ἀδελφὸν ἀπέλιπες, πατρίδα, φίλους, οἰκείους, ἵνα ταῦτα μαθὼν ἐπανέλθῃς· οὐχ ὑπὲρ ἀταραξίας, οὐχ ἵν ἀβλαβὴς γενόμενος μηκέτι μηδένα μέμφῃ, μηδενὶ ἐγκαλῇς, μηδείς σε ἀδικῇ καὶ οὕτως τὰς σχέσεις ἀποσῴζῃς ἀπαραποδίστως·

καλὴν ἐστείλω ταύτην τὴν ἐμπορίαν, συλλογισμοὺς καὶ μεταπίπτοντας καὶ ὑποθετικούς:

κἄν σοι φανῇ, ἐν τῇ ἀγορᾷ καθίσας πρόγραψον ὡς οἱ φαρμακοπῶλαι. οὐκ ἀρνήσῃ καὶ ὅσα ἔμαθες εἰδέναι, ἵνα μὴ διαβάλῃς τὰ θεωρήματα ὡς ἄχρηστα·

τί σοι κακὸν ἐποίησεν φιλοσοφία· τί σε ἠδίκησε Χρύσιππος, ἵν αὐτοῦ τοὺς πόνους ἔργῳ αὐτὸς ἀχρήστους ἐξελέγχῃς· οὐκ ἤρκει σοι τὰ ἐκεῖ κακά, ὅσα εἶχες αἴτια τοῦ λυπεῖσθαι καὶ πενθεῖν, εἰ καὶ μὴ ἀπεδήμησας, ἀλλὰ πλείω προσέλαβες· κἂν ἄλλους πάλιν ἔχῃς συνήθεις καὶ φίλους, ἕξεις πλείονα τοῦ οἰμώζειν αἴτια, κἂν πρὸς ἄλλην χώραν προσπαθῇς.

τί οὖν ζῇς· ἵνα λύπας ἄλλας ἐπ ἄλλαις περιβάλῃ, δι ἃς ἀτυχεῖς· εἶτά μοι καλεῖς τοῦτο φιλοστοργίαν·

ποίαν, ἄνθρωπε, φιλοστοργίαν· εἰ ἀγαθόν ἐστιν, οὐδενὸς κακοῦ αἴτιον γίνεται: εἰ κακόν ἐστιν, οὐδέν μοι καὶ αὐτῇ ἐγὼ πρὸς τὰ ἀγαθὰ τὰ ἐμαυτοῦ πέφυκα, πρὸς κακὰ οὐ πέφυκα. Τίς οὖν ἡ πρὸς τοῦτο ἄσκησις· πρῶτον μὲν ἡ ἀνωτάτω καὶ κυριωτάτη καὶ εὐθὺς ὥσπερ ἐν πύλαις, ὅταν τινὶ προσπάσχῃς, οὐδενὶ τῶν ἀναφαιρέτων, ἀλλά τινι τοιούτῳ γένει, οἱό῀ν ἐστι χύτρα, οἱο῀ν ὑάλινον ποτήριον, ἵν ὅταν καταγῇ, μεμνημένος [μὴν] μὴ ταραχθῇς.

οὕτως καὶ ἐνθάδ, ἐὰν παιδίον σαυτοῦ καταφιλῇς, ἐὰν ἀδελφόν, ἐὰν φίλον, μηδέποτε ἐπιδῷς τὴν φαντασίαν εἰς ἅπαν μηδὲ τὴν διάχυσιν ἐάσῃς προελθεῖν ἐφ ὅσον αὐτὴ θέλει, ἀλλ ἀντίσπασον, κώλυσον, οἱο῀ν οἱ τοῖς θριαμβεύουσιν ἐφεστῶτες ὄπισθεν καὶ ὑπομιμνῄσκοντες, ὅτι ἄνθρωποί εἰσιν.

τοιοῦτόν τι καὶ σὺ ὑπομίμνῃσκε σεαυτόν, ὅτι θνητὸν φιλεῖς, οὐδὲν τῶν σεαυτοῦ φιλεῖς:

ἐπὶ τοῦ παρόντος σοι δέδοται, οὐκ ἀναφαίρετον οὐδ εἰς ἅπαν, ἀλλ ὡς σῦκον, ὡς σταφυλή, τῇ τεταγμένῃ ὡρ´ᾳ τοῦ ἔτους: ἂν δὲ χειμῶνος ἐπιποθῇς, μωρὸς εἶ. οὕτως κἂν τὸν υἱὸν ἢ τὸν φίλον τότε ποθῇς, ὅτε οὐ δέδοταί σοι, ἴσθι, ὅτι χειμῶνος σῦκον ἐπιποθεῖς. οἱο῀ν γάρ ἐστι χειμὼν πρὸς σῦκον, τοιοῦτόν ἐστι πᾶσα ἡ ἀπὸ τῶν ὅλων περίστασις πρὸς τὰ κατ αὐτὴν ἀναιρούμενα. καὶ λοιπὸν ἐν αὐτοῖς οἷς χαίρεις τινί, τὰς ἐναντίας φαντασίας σαυτῷ πρό[ς]βαλε.

τί κακόν ἐστι μεταξὺ καταφιλοῦντα τὸ παιδίον ἐπιψελλίζοντα λέγειν "αὔριον ἀποθανῇ", τῷ φίλῳ ὡσαύτως "αὔριον ἀποδημήσεις ἢ σὺ ἢ ἐγὼ καὶ οὐκέτι ὀψόμεθα ἀλλήλους" 3·

- Ἀλλὰ δύσφημά ἐστι ταῦτα.

- Καὶ γὰρ τῶν ἐπαοιδῶν ἔνιαι, ἀλλ ὅτι ὠφελοῦσιν, οὐκ ἐπιστρέφομαι, μόνον ὠφελείτω. σὺ δὲ δύσφημα καλεῖς ἄλλα ἢ τὰ κακοῦ τινος σημαντικά· δύσφημόν ἐστι δειλία, δύσφημον ἀγέννεια, πένθος, λύπη, ἀναισχυντία: ταῦτα τὰ ὀνόματα δύσφημά ἐστιν.

καίτοι γε οὐδὲ ταῦτα ὀκνεῖν δεῖ φθέγγεσθαι ὑπὲρ φυλακῆς τῶν πραγμάτων. δύσφημον δέ μοι λέγεις ὄνομα φυσικοῦ τινὸς πράγματος σημαντικόν·

λέγε δύσφημον εἶναι καὶ τὸ θερισθῆναι τοὺς στάχυας: ἀπώλειαν γὰρ σημαίνει τῶν σταχύων: ἀλλ οὐχὶ τοῦ κόσμου. λέγε δύσφημον καὶ τὸ φυλλορροεῖν καὶ τὸ ἰσχάδα γίνεσθαι ἀντὶ σύκου καὶ ἀσταφίδας ἐκ σταφυλῆς. πάντα γὰρ ταῦτα τῶν προτέρων εἰσὶν εἰς ἕτερα μεταβολαί:

οὐκ ἀπώλεια, ἀλλὰ τεταγμένη τις οἰκονομία καὶ διοίκησις. τοῦτ ἔστιν ἀποδημία, [καὶ] μεταβολὴ μικρά: τοῦτο θάνατος, μεταβολὴ μείζων ἐκ τοῦ νῦν ὄντος οὐκ εἰς τὸ μὴ ὄν, ἀλλ εἰς τὸ νῦν μὴ ὄν.

- Οὐκέτι οὖν ἔσομαι·

- Οὐκ ἔσει: ἀλλ ἄλλο τι, οὗ νῦν ὁ κόσμος χρείαν ἔχει. καὶ γὰρ σὺ ἐγένου οὐχ ὅτε σὺ ἠθέλησας, ἀλλ ὅτε ὁ κόσμος χρείαν ἔσχεν. τίς τ ἐστὶ καὶ πόθεν ἐλήλυθεν καὶ ὑπὸ τίνος γέγονεν, πρὸς μόνῳ τούτῳ ἐστίν, πῶς τὴν αὑτοῦ χώραν ἐκπληρώσῃ εὐτάκτως καὶ εὐπειθῶς τῷ θεῷ.

"ἔτι μ εἶναι θέλεις·

ὡς ἐλεύθερος, ὡς γενναῖος, ὡς σὺ ἠθέλησας: σὺ γάρ με ἀκώλυτον ἐποίησας ἐν τοῖς ἐμοῖς. ἀλλ οὐκέτι μου χρείαν ἔχεις·

καλῶς σοι γένοιτο: καὶ μέχρι νῦν διὰ σὲ ἔμενον, δι ἄλλον οὐδένα, καὶ νῦν σοι πειθόμενος ἀπέρχομαι. " "πῶς ἀπέρχῃ·

"πάλιν ὡς σὺ ἠθέλησας, ὡς ἐλεύθερος, ὡς ὑπηρέτης σός, ὡς ᾐσθημένος σου τῶν προσταγμάτων καὶ ἀπαγορευμάτων. μέχρι δ ἂν οὗ διατρίβω ἐν τοῖς σοῖς, τίνα με θέλεις εἶναι·

ἄρχοντα ἢ ἰδιώτην, βουλευτὴν ἢ δημότην, στρατιώτην ἢ στρατηγόν, παιδευτὴν ἢ οἰκοδεσπότην· ἣν ἂν χώραν καὶ τάξιν ἐγχειρίσῃς, ὡς λέγει ὁ Σωκράτης, μυριάκις ἀποθανοῦμαι πρότερον ἢ ταύτην ἐγκαταλείψω. ποῦ δέ μ εἶναι θέλεις·

ἐν Ῥώμῃ ἢ ἐν Ἀθήναις ἢ ἐν Θήβαις ἢ ἐν Γυάροις· μόνον ἐκεῖ μου μέμνησο. ἄν μ ἐκεῖ πέμπῃς, ὅπου κατὰ φύσιν διεξαγωγὴ οὐκ ἔστιν ἀνθρώπων, οὐ σοὶ ἀπειθῶν ἔξειμι, ἀλλ ὡς σοῦ μοι σημαίνοντος τὸ ἀνακλητικόν:

οὐκ ἀπολείπω σε: μὴ γένοιτο: ἀλλ αἰσθάνομαι, ὅτι μου χρείαν οὐκ ἔχεις. οὐ ζητήσω ἄλλον τόπον ἢ ἐν ᾧ εἰμὶ ἢ ἄλλους ἀνθρώπους ἢ μεθ ὧν εἰμί.

" Ταῦτα νυκτός, ταῦτα ἡμέρας πρόχειρα ἔστω: ταῦτα γράφειν, ταῦτα ἀναγιγνώσκειν:

περὶ τούτων τοὺς λόγους ποιεῖσθαι, αὐτὸν πρὸς αὑτόν, πρὸς ἕτερον "μή τι ἔχεις μοι πρὸς τοῦτο βοηθῆσαι· προσελθεῖν καὶ ἄλλῳ.

εἶτα ἄν τι γένηται τῶν λεγομένων ἀβουλήτων, εὐθὺς ἐκεῖνο πρῶτον ἐπικουφίσει σε, ὅτι οὐκ ἀπροσδόκητον. μέγα γὰρ ἐπὶ πάντων τὸ "ᾔδειν θνητὸν γεγεννηκώς".

οὕτως γὰρ ἐρεῖς καὶ ὅτι "ᾔδειν θνητὸς ὤν", "ᾔδειν ἀποδημητικὸς ὤν", "ᾔδειν ἔκβλητος ὤν" 3, "ᾔδειν εἰς φυλακὴν ἀπότακτος ὤν". εἶτ ἂν ἐπιστρέφῃς κατὰ σαυτὸν καὶ ζητήσῃς τὴν χώραν, ἐξ ἧς ἐστι τὸ συμβεβηκός, εὐθὺς ἀναμνησθήσῃ, ὅτι "ἐκ τῆς τῶν ἀπροαιρέτων, τῶν οὐκ ἐμῶν: τί οὖν πρὸς [ς]ἐμέ·

εἶτα τὸ κυριώτατον " 3τίς δ αὐτὸ καὶ ἐπιπέπομφεν· ὁ ἡγεμὼν ἢ ὁ στρατηγός, ἡ πόλις, ὁ τῆς πόλεως νόμος.

"δὸς οὖν αὐτό: δεῖ γάρ με ἀ[ι]εὶ τῷ νόμῳ πείθεσθαι ἐν παντί. " εἶθ ὅταν σε ἡ φαντασία δάκνῃ τοῦτο γὰρ οὐκ ἐπὶ σοί, ἀναμάχου τῷ λόγῳ, καταγωνίζου αὐτήν, μὴ ἐάσῃς ἐνισχύειν μηδὲ προάγειν ἐπὶ τὰ ἑξῆς ἀναπλάσσουσαν ὅσα θέλει καὶ ὡς θέλει.

ἂν ἐν Γυάροις ᾖς, μὴ ἀνάπλασσε τὴν ἐν Ῥώμῃ διατριβὴν καὶ ὅσαι διαχύσεις ἦσαν ἐκεῖ διάγοντι, ὅσαι γένοιντ ἂν ἐπανελθόντι:

ἀλλ ἐκεῖ τέτασο, ὅπως δεῖ τὸν ἐν Γυάροις διάγοντα, ἐν Γυάροις ἐρρωμένως διάγειν. κἂν ἐν Ῥώμῃ ᾖς, μὴ ἀνάπλασσε τὴν ἐν Ἀθήναις διατριβήν, ἀλλὰ περὶ μόνης τῆς ἐκεῖ μελέτα. Εἶτ ἀντὶ τῶν ἄλλων ἁπασῶν διαχύσεων ἐκείνην ἀντείσαγε, τὴν ἀπὸ τοῦ παρακολουθεῖν, ὅτι πείθῃ τῷ θεῷ, ὅτι οὐ λόγῳ, ἀλλ ἔργῳ τὰ τοῦ καλοῦ καὶ ἀγαθοῦ ἐκτελεῖς.

οἱο῀ν γάρ ἐστιν αὐτὸν αὑτῷ δύνασθαι εἰπεῖν "νῦν ἃ οἱ ἄλλοι ἐν ταῖς σχολαῖς σεμνολογοῦσιν καὶ παραδοξολογεῖν δοκοῦσι, ταῦτα ἐγὼ ἐπιτελῶ:

κἀκεῖνοι καθήμενοι τὰς ἐμὰς ἀρετὰς ἐξηγοῦνται καὶ περὶ ἐμοῦ ζητοῦσιν καὶ ἐμὲ ὑμνοῦσιν: καὶ τούτου με ὁ Ζεὺς αὐτὸν παρ ἐμαυτοῦ λαβεῖν ἀπόδειξιν ἠθέλησεν καὶ αὐτὸς δὲ γνῶναι, εἰ ἔχει στρατιώτην οἱο῀ν δεῖ, πολίτην οἱο῀ν δεῖ, καὶ τοῖς ἄλλοις ἀνθρώποις προάγειν με μάρτυρα τῶν ἀπροαιρέτων.

ἴδετε, ὅτι εἰκῇ φοβεῖσθε, μάτην ἐπιθυμεῖτε ὧν ἐπιθυμεῖτε. τὰ ἀγαθὰ ἔξω μὴ ζητεῖτε, ἐν ἑαυτοῖς ζητεῖτε: εἰ δὲ μή, οὐχ εὑρήσετε. ἐπὶ τούτοις με νῦν μὲν ἐνταῦθα ἄγει, νῦν δ ἐκεῖ πέμπει, πένητα δείκνυσι τοῖς ἀνθρώποις, δίχα ἀρχῆς, νοσοῦντα:

εἰς Γύαρα ἀποστέλλει, εἰς δεσμωτήριον εἰσάγει. οὐ μισῶν: μὴ γένοιτο: τίς δὲ μισεῖ τὸν ἄριστον τῶν ὑπηρετῶν τῶν ἑαυτοῦ· οὐδ ἀμελῶν, ὅς γε οὐδὲ τῶν μικροτάτων τινὸς ἀμελεῖ, ἀλλὰ γυμνάζων καὶ μάρτυρι πρὸς τοὺς ἄλλους χρώμενος. εἰς τοιαύτην ὑπηρεσίαν κατατεταγμένος ἔτι φροντίζω, ποῦ εἰμι ἢ μετὰ τίνων ἢ τί περὶ ἐμοῦ λέγουσιν·

οὐχὶ δ ὅλος πρὸς τὸν θεὸν τέταμαι καὶ τὰς ἐκείνου ἐντολὰς καὶ τὰ προστάγματα· Ταῦτα ἔχων ἀεὶ ἐν χερσὶ καὶ τρίβων αὐτὸς παρὰ σαυτῷ καὶ πρόχειρα ποιῶν οὐδέποτε δεήσῃ τοῦ παραμυθουμένου, τοῦ ἐπιρρωννύντος.

καὶ γὰρ αἰσχρὸν οὐ τὸ φαγεῖν μὴ ἔχειν, ἀλλὰ τὸ λόγον μὴ ἔχειν ἀρκοῦντα πρὸς ἀφοβίαν, πρὸς ἀλυπίαν.

ἂν δ ἅπαξ περιποιήσῃ τὸ ἄλυπον καὶ ἄφοβον, ἔτι σοι τύραννος ἔσται τις ἢ δορυφόρος ἢ Καισαριανοὶ ἢ ὀρδινατίων δήξεταί σε ἢ οἱ ἐπιθύοντες ἐν τῷ Καπιτωλίῳ ἐπὶ τοῖς ὀπτικίοις τὸν τηλικαύτην ἀρχὴν παρὰ τοῦ Διὸς εἰληφότα·

μόνον μὴ πόμπευε αὐτὴν μηδ ἀλαζονεύου ἐπ αὐτῇ, ἀλλ ἔργῳ δείκνυε:

κἂν μηδεὶς αἰσθάνηται, ἀρκοῦ αὐτὸς ὑγιαίνων καὶ εὐδαιμονῶν.

상위

Works

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION