호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἐπὶ τῶν θεωρητικῶν φαντασιῶν πάντες σχεδὸν τὸ ἀγαθὸν καὶ τὸ κακὸν ἐν ἡμῖν ἀπέλιπον, οὐχὶ δ ἐν τοῖς ἐκτός. οὐδεὶς λέγει ἀγαθὸν τὸ ἡμέραν εἶναι, κακὸν τὸ νύκτα εἶναι, μέγιστον δὲ κακῶν τὸ τρία τέσσαρα εἶναι.
ἀλλὰ τί· τὴν μὲν ἐπιστήμην ἀγαθόν, τὴν δ ἀπάτην κακόν, ὥστε καὶ περὶ αὐτὸ τὸ ψεῦδος ἀγαθὸν συνίστασθαι, τὴν ἐπιστήμην τοῦ ψεῦδος εἶναι αὐτό.
ἔδει οὖν οὕτως καὶ ἐπὶ τοῦ βίου.
ὑγεία ἀγαθόν, νόσος δὲ κακόν· οὔ, ἄνθρωπε. ἀλλὰ τί· τὸ καλῶς ὑγιαίνειν ἀγαθόν, τὸ κακῶς κακόν. - Ὥστε καὶ ἀπὸ νόσου ἔστιν ὠφεληθῆναι· - Τὸν θεόν σοι, ἀπὸ θανάτου γὰρ οὐκ ἔστιν· ἀπὸ π[λ]ηρώσεως γὰρ οὐκ ἔστιν, μικρά σοι δοκεῖ ὁ Μενοικεὺς ὠφεληθῆναι, ὅτ ἀπέθνῃσκεν· - Τοιαῦτά τις εἰπὼν ὠφεληθείη [ἢ] οἱᾶ ἐκεῖνος ὠφελήθη.
- Εἄ, ἄνθρωπε, οὐκ ἐτήρησεν τὸν φιλόπατριν, τὸν μεγαλόφρονα, τὸν πιστόν, τὸν γενναῖον· ἐπιζήσας δὲ οὐκ ἀπώλλυεν ταῦτα πάντα· οὐ περιεποιεῖτο τὰ ἐναντία·
τὸν δειλὸν οὐκ ἀνελάμβανεν, τὸν ἀγεννῆ, τὸν μισόπατριν, τὸν φιλόψυχον· ἄγε δοκεῖ σοι μικρὰ ὠφεληθῆναι ἀποθανών· οὔ:
ἀλλ ὁ τοῦ Ἀδμήτου πατὴρ μεγάλα ὠφελήθη ζήσας οὕτως ἀγεννῶς καὶ ἀθλίως· ὕστερον γὰρ οὐκ ἀπέθανεν·
παύσασθε, τοὺς θεοὺς ὑμῖν, τὰς ὕλας θαυμάζοντες, παύσασθ ἑαυτοὺς δούλους ποιοῦντες πρῶτον τῶν πραγμάτων, εἶτα δι αὐτὰ καὶ τῶν ἀνθρώπων τῶν ταῦτα περιποιεῖν ἢ ἀφαιρεῖσθαι δυναμένων. Ἔστιν οὖν ἀπὸ τούτων ὠφεληθῆναι· - Ἀπὸ πάντων.
- Καὶ ἀπὸ τοῦ λοιδοροῦντος· - Τί δ ὠφελεῖ τὸν ἀθλητὴν ὁ προσγυμναζόμενος· τὰ μέγιστα. καὶ οὗτος ἐμοῦ προγυμναστὴς γίνεται: τὸ ἀνεκτικόν μου γυμνάζει, τὸ ἀόργητον, τὸ πρᾷον. οὔ:
ἀλλ ὁ μὲν τοῦ τραχήλου καθάπτων καὶ τὴν ὀσφῦν μου καὶ τοὺς ὤμους καταρτίζων ὠφελεῖ με καὶ ὁ ἀλείπτης καλῶς ποιῶν λέγει "ἆρον ὕπερον ἀμφοτέραις" καὶ ὅσῳ βαρύτερός ἐστιν ἐκεῖνος, τοσούτῳ μᾶλλον ὠφελοῦμαι ἐγώ: εἰ δέ τις πρὸς ἀοργησίαν με γυμνάζει, οὐκ ὠφελεῖ με· τοῦτ ἔστι τὸ μὴ εἰδέναι ἀπ ἀνθρώπων ὠφελεῖσθαι.
κακὸς γείτων· αὑτῷ: ἀλλ ἐμοὶ ἀγαθός: γυμνάζει μου τὸ εὔγνωμον, τὸ ἐπιεικές. κακὸς πατήρ·
αὑτῷ: ἀλλ ἐμοὶ ἀγαθός. τοῦτ ἔστι τὸ τοῦ Ἑρμοῦ ῥαβδίον: "οὗ θέλεις", φησίν, "ἅψαι καὶ χρυσοῦν ἔσται". οὔ: ἀλλ ὃ θέλεις φέρε κἀγὼ αὐτὸ ἀγαθὸν ποιήσω. φέρε νόσον, φέρε θάνατον, φέρε ἀπορίαν, φέρε λοιδορίαν, δίκην τὴν περὶ τῶν ἐσχάτων: πάντα ταῦτα τῷ ῥαβδίῳ τοῦ Ἑρμοῦ ὠφέλιμα ἔσται. 3τὸν θάνατον τί ποιήσεις·
τί γὰρ ἄλλο ἢ ἵνα σε κοσμήσῃ ἢ ἵνα δείξῃσ2[ε] ἔργῳ δι αὐτοῦ, τί ἐστιν ἄνθρωπος τῷ βουλήματι τῆς φύσεως παρακολουθῶν· "τὴν νόσον τί ποιήσεις·
δείξω αὐτῆς τὴν φύσιν, διαπρέψω ἐν αὐτῇ, εὐσταθήσω, εὐροήσω, τὸν ἰατρὸν οὐ κολακεύσω, οὐκ εὔξομαι ἀποθανεῖν. τί ἔτι ἄλλο ζητεῖς·
πᾶν ὃ ἂν δῷς, ἐγὼ αὐτὸ ποιήσω μακάριον, εὐδαιμονικόν, σεμνόν, ζηλωτόν. Οὔ: ἀλλὰ " 3βλέπε μὴ νοσήσῃς: κακόν ἐστιν".
οἱο῀ν εἴ τις ἔλεγεν "βλέπε μὴ λάβῃς ποτὲ φαντασίαν τοῦ τὰ τρία τέσσαρα εἶναι: κακόν ἐστιν". ἄνθρωπε, πῶς κακόν· ἂν ὃ δεῖ περὶ αὐτοῦ ὑπολάβω, πῶς ἔτι με βλάψει· οὐχὶ δὲ μᾶλλον καὶ ὠφελήσει· ἂν οὖν περὶ πενίας ὃ δεῖ ὑπολάβω, ἂν περὶ νόσου, ἂν περὶ ἀναρχίας, οὐκ ἀρκεῖ μοι·
οὐκ ὠφέλιμα ἔσται· πῶς οὖν ἔτι ἐν τοῖς ἐκτὸς τὰ κακὰ καὶ τἀγαθὰ δεῖ με ζητεῖν· ἀλλὰ τί·
ταῦτα μέχρι ὧδε, εἰς οἶκον δ οὐδεὶς ἀποφέρει: ἀλλ εὐθὺς πρὸς τὸ παιδάριον πόλεμος, πρὸς τοὺς γείτονας, πρὸς τοὺς σκώψαντας, πρὸς τοὺς καταγελάσαντας. καλῶς γένοιτο Λεσβίῳ, ὅτι με καθ ἡμέραν ἐξελέγχει μηδὲν εἰδότα.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기