호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τοῦ δὲ διορθωτοῦ εἰσελθόντος πρὸς αὐτὸν ἦν δ οὗτος Ἐπικούρειος Ἄξιον, ἔφη, τοὺς ἰδιώτας ἡμᾶς παρ ὑμῶν τῶν φιλοσόφων πυνθάνεσθαι, καθάπερ τοὺς εἰς ξένην πόλιν ἐλθόντας παρὰ τῶν πολιτῶν καὶ εἰδότων, τί κράτιστόν ἐστιν ἐν κόσμῳ, ἵνα καὶ αὐτοὶ ἱστορήσαντες μετίωμεν, ὡς ἐκεῖνοι τὰ ἐν ταῖς πόλεσι, καὶ θεώμεθα. ὅτι μὲν γὰρ τρία ἐστὶ περὶ τὸν ἄνθρωπον, ψυχὴ καὶ σῶμα καὶ τὰ ἐκτός, σχεδὸν οὐδεὶς ἀντιλέγει:
λοιπὸν ὑμέτερόν ἐστιν ἀποκρίνασθαι, τί ἐστι τὸ κράτιστον. τί ἐροῦμεν τοῖς ἀνθρώποις· τὴν σάρκα·
καὶ διὰ ταύτην Μάξιμος ἔπλευσεν μέχρι Κασσιόπης χειμῶνος μετὰ τοῦ υἱοῦ προπέμπων, ἵν ἡσθῇ τῇ σαρκί· Ἀρνησαμένου δ ἐκείνου καὶ εἰπόντος Μὴ γένοιτο:
Οὐ προσήκει περὶ τὸ κράτιστον ἐσπουδακέναι· - Πάντων μάλιστα προσήκει. - Τί οὖν κρεῖσσον ἔχομεν τῆς σαρκός· - Τὴν ψυχήν, ἔφη. - Ἀγαθὰ δὲ τὰ τοῦ κρατίστου κρείττονά ἐστιν ἢ τὰ τοῦ φαυλοτέρου· - Τὰ τοῦ κρατίστου.
- Ψυχῆς δὲ ἀγαθὰ πότερον προαιρετικά ἐστιν ἢ ἀπροαίρετα· - Προαιρετικά. - Προαιρετικὸν οὖν ἐστιν ἡ ἡδονὴ ἡ ψυχική· - Ἔφη.
- Αὕτη δ ἐπὶ τίσιν γίνεται· πότερον ἐφ αὑτῇ· ἀλλ ἀδιανόητόν ἐστιν: προηγουμένην γάρ τινα ὑφεστάναι δεῖ οὐσίαν τοῦ ἀγαθοῦ, ἧς τυγχάνοντες ἡσθησόμεθα κατὰ ψυχήν. - Ὡμολόγει καὶ τοῦτο. - Ἐπὶ τίνι οὖν ἡσθησόμεθα ταύτην τὴν ψυχικὴν ἡδονήν· εἰ γὰρ ἐπὶ τοῖς ψυχικοῖς ἀγαθοῖς, εὑρ´ηται ἡ οὐσία τοῦ ἀγαθοῦ.
οὐ γὰρ δύναται ἄλλο μὲν εἶναι ἀγαθόν, ἄλλο δ ἐφ ᾧ εὐλόγως ἐπαιρόμεθα, οὐδὲ τοῦ προηγουμένου μὴ ὄντος ἀγαθοῦ τὸ ἐπιγέννημα ἀγαθὸν εἶναι. ἵνα γὰρ εὔλογον ᾖ τὸ ἐπιγέννημα, τὸ προηγούμενον δεῖ ἀγαθὸν εἶναι. ἀλλ οὐ μὴ εἴπητε φρένας ἔχοντες:
ἀνακόλουθα γὰρ ἐρεῖτε καὶ Ἐπικούρῳ καὶ τοῖς ἄλλοις ὑμῶν δόγμασιν. ὑπολείπεται λοιπὸν ἐπὶ τοῖς σωματικοῖς ἥδεσθαι τὴν κατὰ ψυχὴν ἡδονήν:
πάλιν ἐκεῖνα γίνεται προηγούμενα καὶ οὐσία τοῦ ἀγαθοῦ. εἰ δι ἄλλο τι ἔπλευσεν ἢ διὰ τὴν σάρκα, τοῦτ ἔστι διὰ τὸ κράτιστον.
ἀφρόνως δὲ ποιεῖ καὶ εἰ ἀπέχεται τῶν ἀλλοτρίων δικαστὴς ὢν καὶ δυνάμενος λαμβάνειν.
ἀλλ ἄν σοι δόξῃ, ἐκεῖνο μόνον σκεπτώμεθα, ἵνα κεκρυμμένως, ἵν ἀσφαλῶς, ἵνα μή τις γνῷ. τὸ γὰρ κλέψαι οὐδ αὐτὸς Ἐπίκουρος ἀποφαίνει κακόν, ἀλλὰ τὸ ἐμπεσεῖν:
καὶ ὅτι πίστιν περὶ τοῦ λαθεῖν λαβεῖν ἀδύνατον, διὰ τοῦτο λέγει " 3μὴ κλέπτετε". ἀλλ "ἐγώ σοι λέγω, ὅτι ἐὰν κομψῶς καὶ περιεσταλμένως γίνηται, λησόμεθα": εἶτα καὶ "φίλους ἐν τῇ Ῥώμῃ ἔχομεν δυνατοὺς καὶ φίλ[ι]ας" καὶ "οἱ Ἕλληνες ἀδρανεῖς εἰσιν:
οὐδεὶς τολμήσει ἀναβῆναι τούτου ἕνεκα" 3. τί ἀπέχῃ τοῦ ἰδίου ἀγαθοῦ· ἄφρον ἐστὶ τοῦτο, ἠλίθιόν ἐστιν.
ἀλλ οὐδ ἂν λέγῃς μοι, ὅτι ἀπέχῃ, πιστεύσω σοι. ὡς γὰρ ἀδύνατόν ἐστι τῷ ψευδεῖ φαινομένῳ συγκαταθέσθαι καὶ ἀπὸ τοῦ ἀληθοῦς ἀπονεῦσαι, οὕτως ἀδύνατόν ἐστι τοῦ φαινομένου ἀγαθοῦ ἀποστῆναι.
ὁ πλοῦτος δ ἀγαθὸν καὶ οἱονανεὶ τὸ ποιητικώτατόν γε τῶν ἡδονῶν. διὰ τί μὴ περιποιήσῃ αὐτόν·
διὰ τί δὲ μὴ τὴν τοῦ γείτονος γυναῖκα διαφθείρωμεν, ἂν δυνώμεθα λαθεῖν, ἂν δὲ φλυαρῇ ὁ ἀνήρ, καὶ αὐτὸν προσεκτραχηλίσωμεν· εἰ θέλεις εἶναι φιλόσοφος οἱο῀ς δεῖ, εἴ γε τέλειος, εἰ ἀκολουθῶν σου τοῖς δόγμασιν:
εἰ δὲ μή, οὐδὲν διοίσεις ἡμῶν τῶν λεγομένων Στωικῶν: καὶ αὐτοὶ γὰρ ἄλλα λέγομεν, ἄλλα δὲ ποιοῦμεν. ἡμεῖς λέγομεν τὰ καλά, ποιοῦμεν τὰ αἰσχρά:
σὺ τὴν ἐναντίαν διαστροφὴν ἔσῃ διεστραμμένος δογματίζων τὰ αἰσχρά, ποιῶν τὰ καλά. Τὸν θεόν σοι, ἐπινοεῖς Ἐπικουρείων πόλιν· "ἐγὼ οὐ γαμῶ.
ἃ Λακεδαιμόνιοι ἐπαιδεύοντο ἢ Ἀθηναῖοι· " "οὐδ ἐγώ: οὐ γὰρ γαμητέον. " ἀλλ οὐδὲ παιδοποιητέον, ἀλλ οὐδὲ πολιτευτέον. τί οὖν γένηται· πόθεν οἱ πολῖται· τίς αὐτοὺς παιδεύσει· τίς ἐφήβαρχος, τίς γυμνασίαρχος· τί δὲ καὶ παιδεύσει αὐτούς· λάβε μοι νέον, ἄγαγε κατὰ τὰ δόγματά σου.
πονηρά ἐστι τὰ δόγματα, ἀνατρεπτικὰ πόλεως, λυμαντικὰ οἴκων, οὐδὲ γυναιξὶ πρέποντα. ἄφες ταῦτ, ἄνθρωπε. ζῇς ἐν ἡγεμονούσῃ πόλει:
ἄρχειν σε δεῖ, κρίνειν δικαίως, ἀπέχεσθαι τῶν ἀλλοτρίων, σοὶ καλὴν γυναῖκα φαίνεσθαι μηδεμίαν ἢ τὴν σήν, καλὸν παῖδα μηδένα, καλὸν ἀργύρωμα μηδέν, χρύσωμα μηδέν. ἀφ ὧν ὁρμώμενος ἡδέως ἀφέξῃ πραγμάτων οὕτως πιθανῶν πρὸς τὸ ἀγαγεῖν καὶ νικῆσαι.
ἂν δὲ πρὸς τῇ πιθανότητι τῇ ἐκείνων καὶ φιλοσοφίαν τινά ποτε ταύτην ἐξευρηκότες ὦμεν συνεπωθοῦσαν ἡμᾶς ἐπ αὐτὰ καὶ ἐπιρρωννύουσαν, τί γένηται·
ἐν τορεύματι τί κράτιστόν ἐστιν, ὁ ἄργυρος ἢ ἡ τέχνη·
χειρὸς οὐσία μὲν ἡ σάρξ, προηγούμενα δὲ τὰ χειρὸς ἔργα. οὐκοῦν καὶ καθήκοντα τρισσά:
τὰ μὲν πρὸς τὸ εἶναι, τὰ δὲ πρὸς τὸ ποιὰ εἶναι, τὰ δ αὐτὰ τὰ προηγούμενα. οὕτως καὶ ἀνθρώπου οὐ τὴν ὕλην δεῖ τιμᾶν, τὰ σαρκίδια, ἀλλὰ τὰ προηγούμενα. τίνα ἐστὶ ταῦτα·
πολιτεύεσθαι, γαμεῖν, παιδοποιεῖσθαι, θεὸν σέβειν, γονέων ἐπιμελεῖσθαι, καθόλου ὀρέγεσθαι, ἐκκλίνειν, ὁρμᾶν, ἀφορμᾶν, ὡς ἕκαστον τούτων δεῖ ποιεῖν, ὡς πεφύκαμεν. πεφύκαμεν δὲ πῶς· ὡς ἐλεύθεροι, ὡς γενναῖοι, ὡς αἰδήμονες.
ποῖον γὰρ ἄλλο ζῷον ἐρυθριᾷ, ποῖον αἰσχροῦ φαντασίαν λαμβάνει· τὴν ἡδονὴν δ ὑπόταξαι τούτοις ὡς διάκονον, ὡς ὑπηρέτιν, ἵνα προθυμίας ἐκκαλέσηται, ἵν ἐν τοῖς κατὰ φύσιν ἔργοις παρακρατῇ.
Ἀλλ ἐγὼ πλούσιός εἰμι καὶ οὐδενὸς χρεία μοί ἐστιν. - Τί οὖν ἔτι προσποιῇ φιλοσοφεῖν·
ἀρκεῖ τὰ χρυσώματα καὶ τὰ ἀργυρώματα: τί σοι χρεία δογμάτων· - Ἀλλὰ καὶ κριτής εἰμι τῶν Ἑλλήνων.
- Οἶδας κρίνειν· τί σε ἐποίησεν εἰδέναι· - Καῖσάρ μοι κωδίκελλον ἔγραψεν. - Γραψάτω σοι, ἵνα κρίνῃς περὶ τῶν μουσικῶν: καὶ τί σοι ὄφελος· ὅμως δὲ πῶς κριτὴς ἐγένου·
τὴν τίνος χεῖρα καταφιλήσας, τὴν Συμφόρου ἢ τὴν Νουμηνίου· τίνος πρὸ τοῦ κοιτῶνος κοιμηθείς· τίνι πέμψας δῶρα· εἶτα οὐκ αἰσθάνῃ, ὅτι τοσούτου ἄξιόν ἐστι κριτὴν εἶναι ὅσου Νουμήνιος· - Ἀλλὰ δύναμαι ὃν θέλω εἰς φυλακὴν βαλεῖν. - Ὡς λίθον.
- Ἀλλὰ δύναμαι ξυλοκοπῆσαι ὃν θέλω. - Ὡς ὄνον. οὐκ ἔστι τοῦτο ἀνθρώπων ἀρχή. ὡς λογικῶν ἡμῶν ἄρξον δεικνὺς ἡμῖν τὰ συμφέροντα καὶ ἀκολουθήσομεν:
δείκνυε τὰ ἀσύμφορα καὶ ἀποστραφησόμεθα. ζηλωτὰς ἡμᾶς κατασκεύασον σεαυτοῦ ὡς Σωκράτης ἑαυτοῦ.
ἐκεῖνος ἦν ὁ ὡς ἀνθρώπων ἄρχων, ὁ κατεσκευακὼς ὑποτεταχότας αὐτῷ τὴν ὄρεξιν τὴν αὑτῶν, τὴν ἔκκλισιν, τὴν ὁρμήν, τὴν ἀφορμήν. "τοῦτο ποίησον, τοῦτο μὴ ποιήσῃς:
εἰ δὲ μή, εἰς φυλακήν σε βαλῶ. " οὐκέτι ὡς λογικῶν ἡ ἀρχὴ γίνεται. ἀλλ "ὡς ὁ Ζεὺς διέταξεν, τοῦτο ποίησον:
ἂν δὲ μὴ ποιήσῃς, ζημιωθήσῃ, βλαβήσῃ". ποίαν βλάβην· ἄλλην οὐδεμίαν, ἀλλὰ τὸ μὴ ποιῆσαι ἃ δεῖ: ἀπολέσεις τὸν πιστόν, τὸν αἰδήμονα, τὸν κόσμιον. τούτων ἄλλας βλάβας μείζονας μὴ ζήτει.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기