- 텍스트

Epictetus, Works, book 3, Πρὸς τὸν ἀκόσμως ἐν θεάτρῳ σπουδάσαντα.?

(에픽테토스, Works, book 3, Πρὸς τὸν ἀκόσμως ἐν θεάτρῳ σπουδάσαντα.)

Τοῦ δ ἐπιτρόπου τῆς Ἠπείρου ἀκοσμότερον σπουδάσαντος κωμῳδῷ τινι καὶ ἐπὶ τούτῳ δημοσίᾳ λοιδορηθέντος, εἶτα ἑξῆς ἀπαγγείλαντος πρὸς αὐτόν, ὅτι ἐλοιδορήθη, καὶ ἀγανακτοῦντος πρὸς τοὺς λοιδορήσαντας Καὶ τί κακόν, ἔφη, ἐποίουν· ἐσπούδαζον καὶ οὗτοι ὡς καὶ σύ. εἰπόντος δ ἐκείνου Οὕτως οὖν τις σπουδάζει·

Σέ, ἔφη, βλέποντες τὸν αὐτῶν ἄρχοντα, τοῦ Καίσαρος φίλον καὶ ἐπίτροπον, οὕτως σπουδάζοντα οὐκ ἔμελλον καὶ αὐτοὶ οὕτως σπουδάζειν· εἰ γὰρ μὴ δεῖ οὕτως σπουδάζειν, μηδὲ σὺ σπούδαζε:

εἰ δὲ δεῖ, τί χαλεπαίνεις, εἴ σε ἐμιμήσαντο· τίνας γὰρ ἔχουσιν μιμήσασθαι οἱ πολλοὶ ἢ τοὺς ὑπερέχοντας ὑμᾶς· εἰς τίνας ἀπίδωσιν ἐλθόντες εἰς τὰ θέατρα ἢ ὑμᾶς· "ὁρ´α πῶς ὁ ἐπίτροπος τοῦ Καίσαρος θεωρεῖ:

κέκραγεν: κἀγὼ τοίνυν κραυγάσω. ἀναπηδᾷ: κἀγὼ ἀναπηδήσω. οἱ δοῦλοι αὐτοῦ διακάθηνται κραυγάζοντες: ἐγὼ δ οὐκ ἔχω δούλους: ἀντὶ πάντων αὐτὸς ὅσον δύναμαι κραυγάσω. " εἰδέναι σε οὖν δεῖ, ὅταν εἰσέρχῃ εἰς τὸ θέατρον, ὅτι κανὼν εἰσέρχῃ καὶ παράδειγμα τοῖς ἄλλοις, πῶς αὐτοὺς δεῖ θεωρεῖν.

τί οὖν σε ἐλοιδόρουν·

ὅτι πᾶς ἄνθρωπος μισεῖ τὸ ἐμποδίζον. ἐκεῖνοι στεφανωθῆναι ἤθελον τὸν δεῖνα, σὺ ἕτερον: ἐκεῖνοι σοὶ ἐνεπόδιζον καὶ σὺ ἐκείνοις. σὺ εὑρίσκου ἰσχυρότερος: ἐκεῖνοι ὃ ἐδύναντο ἐποίουν, ἐλοιδόρουν τὸ ἐμποδίζον. τί οὖν θέλεις·

ἵνα σὺ μὲν ποιῇς ὃ θέλεις, ἐκεῖνοι δὲ μηδ εἴπωσιν ἃ θέλουσιν· καὶ τί θαυμαστόν· οἱ γεωργοὶ τὸν Δία οὐ λοιδοροῦσιν, ὅταν ἐμποδίζωνται ὑπ αὐτοῦ· οἱ ναῦται οὐ λοιδοροῦσι· τὸν Καίσαρα παύονται λοιδοροῦντες· τί οὖν·

οὐ γιγνώσκει ὁ Ζεύς· τῷ Καίσαρι οὐκ ἀπαγγέλλονται τὰ λεγόμενα· τί οὖν ποιεῖ· οἶδεν ὅτι, ἂν πάντας τοὺς λοιδοροῦντας κολάζῃ, οὐχ ἕξει τίνων ἄρξει. τί οὖν·

ἔδει εἰσερχόμενον εἰς τὸ θέατρον τοῦτο εἰπεῖν "ἄγε ἵνα Σώφρων στεφανωθῇ"· ἀλλ ἐκεῖνο "ἄγε ἵνα τηρήσω τὴν ἐμαυτοῦ προαίρεσιν ἐπὶ ταύτης τῆς ὕλης κατὰ φύσιν ἔχουσαν" 3. ἐμοὶ παρ ἐμὲ φίλτερος οὐδείς: γελοῖον οὖν, ἵν ἄλλος νικήσῃ κωμῳδῶν, ἐμὲ βλάπτεσθαι.

- Τίνα οὖν θέλω νικῆσαι·

- Τὸν νικῶντα: καὶ οὕτως ἀεὶ νικήσει, ὃν θέλω. - Ἀλλὰ θέλω στεφανωθῆναι Σώφρονα. - Ἐν οἴκῳ ὅσους θέλεις ἀγῶνας ἄγων ἀνακήρυξον αὐτὸν Νέμεα, Πύθια, Ἴσθμια, Ὀλύμπια: ἐν φανερῷ δὲ μὴ πλεονέκτει μηδ ὑφάρπαζε τὸ κοινόν. εἰ δὲ μή, ἀνέχου λοιδορούμενος: ὅταν ταὐτὰ ποιῇς τοῖς πολλοῖς, εἰς ἴσον ἐκείνοις καθιστᾷς σαυτόν.

상위

Works

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION