- 텍스트

Epictetus, Works, book 3, Περὶ καλλωπισμοῦ.?

(에픽테토스, Works, book 3, Περὶ καλλωπισμοῦ.)

Εἰσιόντος τινὸς πρὸς αὐτὸν νεανίσκου ῥητορικοῦ περιεργότερον ἡρμοσμένου τὴν κόμην καὶ τὴν ἄλλην περιβολὴν κατακοσμοῦντος Εἰπέ μοι, ἔφη, εἰ οὐ δοκοῦσίν σοι κύνες τ εἶναι καλοί τινες καὶ ἵπποι καὶ οὕτως τῶν ἄλλων ζῴων ἕκαστον· - Δοκοῦσιν, ἔφη.

- Οὐκοῦν καὶ ἄνθρωποι οἱ μὲν καλοί, οἱ δ αἰσχροί· - Πῶς γὰρ οὔ· - Πότερον οὖν κατὰ τὸ αὐτὸ ἕκαστα τούτων ἐν τῷ αὐτῷ γένει καλὰ προσαγορεύομεν ἢ ἰδίως ἕκαστον· οὕτως δ ὄψει αὐτό. ἐπειδὴ πρὸς ἄλλο μὲν ὁρῶμεν κύνα πεφυκότα, πρὸς ἄλλο[ν] δ ἵππον, πρὸς ἄλλο δ εἰ οὕτως τύχοι ἀηδόνα, καθόλου μὲν οὐκ ἀτόπως ἀποφήναιτ ἄν τις ἕκαστον τηνικαῦτα καλὸν εἶναι, ὁπότε κατὰ τὴν αὑτοῦ φύσιν κράτιστ ἔχοι:

ἐπεὶ δ ἡ φύσις ἑκάστου διάφορός ἐστιν, διαφόρως εἶναί μοι δοκεῖ ἕκαστον αὐτῶν καλόν: ἢ γὰρ οὔ· - Ὡμολόγει.

- Οὐκ οὖν ὅπερ κύνα ποιεῖ καλόν, τοῦτο ἵππον αἰσχρόν, ὅπερ δ ἵππον καλόν, τοῦτο κύνα αἰσχρόν, εἴ γε διάφοροι αἱ φύσεις εἰσὶν αὐτῶν· - Εοἴκεν.

- Καὶ γὰρ τὸ παγκρατιαστὴν οἶμαι ποιοῦν καλὸν τοῦτο παλαιστὴν οὐκ ἀγαθὸν ποιεῖ, δρομέα δὲ καὶ γελοιότατον: καὶ ὁ πρὸς πενταθλίαν καλὸς ὁ αὐτὸς οὗτος πρὸς πάλην αἴσχιστος· - Οὕτως, ἔφη. - Τί οὖν ποιεῖ ἄνθρωπον καλὸν ἢ ὅπερ τῷ γένει καὶ κύνα καὶ ἵππον·

- Τοῦτο, ἔφη. - Τί οὖν ποιεῖ κύνα καλόν· ἡ ἀρετὴ ἡ κυνὸς παροῦσα. τί ἵππον· ἡ ἀρετὴ ἡ ἵππου παροῦσα. τί οὖν ἄνθρωπον· μή ποθ ἡ ἀρετὴ ἡ ἀνθρώπου παροῦσα· καὶ σὺ οὖν εἰ θέλεις καλὸς εἶναι, νεανίσκε, τοῦτο ἐκπόνει, τὴν ἀρετὴν τὴν ἀνθρωπικήν.

- Τίς δ ἐστὶν αὕτη·

- Ὅρα, τίνας αὐτὸς ἐπαινεῖς, ὅταν δίχα πάθους τινὰς ἐπαινῇς: πότερα τοὺς δικαίους ἢ τοὺς ἀδίκους· - Τοὺς δικαίους. - Πότερον τοὺς σώφρονας ἢ τοὺς ἀκολάστους· - Τοὺς σώφρονας. - Τοὺς ἐγκρατεῖς δ ἢ τοὺς ἀκρατεῖς· - Τοὺς ἐγκρατεῖς. - Οὐκοῦν τοιοῦτόν τινα ποιῶν σαυτὸν ἴσθι ὅτι καλὸν ποιήσεις:

μέχρις δ ἂν τούτων ἀμελῇς, αἰσχρόν ς εἶναι ἀνάγκη, κἂν πάντα μηχανᾷ ὑπὲρ τοῦ φαίνεσθαί σε καλόν. Ἐντεῦθεν οὐκέτι ἔχω σοι πῶς εἴπω: ἄν τε γὰρ λέγω ἃ φρονῶ, ἀνιάσω σε καὶ ἐξελθὼν τάχα οὐδ εἰσελεύσῃ:

ἄν τε μὴ λέγω, ὁρ´α οἱο῀ν ποιήσω, εἰ σὺ μὲν ἔρχῃ πρὸς ἐμὲ ὠφεληθησόμενος, ἐ[ρ]γὼ δ οὐκ ὠφελήσω ς οὐδέν, καὶ σὺ μὲν ὡς πρὸς φιλόσοφον, ἐγὼ δ οὐδὲν ἐρῶ σοι ὡς φιλόσοφος. πῶς δὲ καὶ ὠμόν ἐστι πρὸς αὐτόν σε τὸ περιιδεῖν ἀνεπανόρθωτον ἄν ποθ ὕστερον φρένας σχῇς, εὐλόγως μοι ἐγκαλέσεις:

3τί εἶδεν ἐν ἐμοὶ ὁ Ἐπίκτητος, ἵνα βλέπων με τοιοῦτον εἰσερχόμενον πρὸς αὐτὸν οὕτως αἰσχρῶς ἔχοντα περιίδῃ καὶ μηδέποτε μηδὲ ῥῆμα εἴπῃ·

οὕτως μου ἀπέγνω·

νέος οὐκ ἤμην· οὐκ ἤμην λόγου ἀκουστικός· πόσοι δ ἄλλοι νέοι ἐφ ἡλικίας πολλὰ τοιαῦτα διαμαρτάνουσιν· τινά ποτ ἀκούω Πολέμωνα ἐξ ἀκολαστοτάτου νεανίσκου τοσαύτην μεταβολὴν μεταβαλεῖν.

ἔστω, οὐκ ᾤετό με Πολέμωνα ἔσεσθαι: τὴν μὲν κόμην ἠδύνατό μου διορθῶσαι, τὰ μὲν περιάμματά μου περιελεῖν, ψιλούμενόν με παῦσαι ἠδύνατο, ἀλλὰ βλέπων με - τίνος εἴπω· - σχῆμα ἔχοντα ἐσιώπα.

" ἐγὼ οὐ λέγω, τίνος ἐστὶ τὸ σχῆμα τοῦτο: σὺ δ αὐτὸ ἐρεῖς τόθ, ὅταν εἰς σαυτὸν ἔλθῃς, καὶ γνώσει, οἱό῀ν ἐστι καὶ τίνες αὐτὸ ἐπιτηδεύουσι. Τοῦτό μοι ὕστερον ἂν ἐγκαλῇς, τί ἕξω ἀπολογήσασθαι· ναί:

ἀλλ ἐρῶ καὶ οὐ πεισθήσεται. τῷ γὰρ Ἀπόλλωνι ἐπείσθη ὁ Λάιος· οὐκ ἀπελθὼν καὶ μεθυσθεὶς χαίρειν εἶπεν τῷ χρησμῷ· τί οὖν· παρὰ τοῦτο οὐκ εἶπεν αὐτῷ ὁ Ἀπόλλων τὰς ἀληθείας· καίτοι ἐγὼ μὲν οὐκ οἶδα οὔτ εἰ πεισθήσῃ μοι οὔτ εἰ μή:

ἐκεῖνος δ ἀκριβέστατα ᾔδει, ὅτι οὐ πεισθήσεται, καὶ ὅμως εἶπεν. - Διὰ τί δ εἶπεν·

- Διὰ τί δὲ Ἀπόλλων ἐστίν· διὰ τί δὲ χρησμῳδεῖ· διὰ τί δ εἰς ταύτην τὴν χώραν ἑαυτὸν κατατέταχεν, ὥστε μάντις εἶναι καὶ πηγὴ τῆς ἀληθείας καὶ πρὸς αὐτὸν ἔρχεσθαι τοὺς ἐκ τῆς οἰκουμένης· διὰ τί δὲ προγέγραπται τὸ γνῶθι σαυτὸν μηδενὸς αὐτὸ νοοῦντος· Σωκράτης πάντας ἔπειθε τοὺς προσιό ντας ἐπιμελεῖσθαι ἑαυτῶν· οὐδὲ τὸ χιλιοστὸν μέρος.

ἀλλ ὅμως ἐπειδὴ εἰς ταύτην τὴν τάξιν ὑπὸ τοῦ δαιμονίου, ὥς φησιν αὐτός, κατετάχθη, μηκέτι ἐξέλιπεν. ἀλλὰ καὶ πρὸς τοὺς δικαστὰς τί λέγει· "ἄν μ ἀφῆτε", φησίν, "ἐπὶ τούτοις, ἵνα μηκέτι ταῦτα πράσσω ἃ νῦν, οὐκ ἀνέξομαι οὐδ ἀνήσω:

ἀλλὰ καὶ νέῳ καὶ πρεσβυτέρῳ καὶ ἁπλῶς ἀεὶ τῷ ἐντυγχάνοντι προσελθὼν πεύσομαι ταῦτα ἃ καὶ νῦν πυνθάνομαι, πολὺ δὲ μάλιστα ὑμῶν, φησί, τῶν πολιτῶν, ὅτι ἐγγυτέρω μου γένει ἐστέ. " οὕτως περίεργος εἶ, ὦ Σώκρατες, καὶ πολυπράγμων·

τί δέ σοι μέλει, τί ποιοῦμεν· "οἱο῀ν καὶ λέγεις· κοινωνός μου ὢν καὶ συγγενὴς ἀμελεῖς σεαυτοῦ καὶ τῇ πόλει παρέχεις πολίτην κακὸν καὶ τοῖς συγγενέσι συγγενῆ καὶ τοῖς γείτοσι γείτονα. " "σὺ οὖν τίς εἶ·

ἐνταῦθα μέγα ἐστὶ τὸ εἰπεῖν ὅτι "οὗτός εἰμι, ᾧ δεῖ μέλειν ἀνθρώπων. " οὐδὲ γὰρ λέοντι τὸ τυχὸν βοίδιον τολμᾷ ἀντιστῆναι αὐτῷ: ἂν δ ὁ ταῦρος προσελθὼν ἀνθίστηται, λέγε αὐτῷ, ἄν σοι δόξῃ[ς], " 3σὺ δὲ τίς εἶ· καὶ "τί σοὶ μέλει·

ἄνθρωπε, ἐν παντὶ γένει φύεταί τι ἐξαίρετον: ἐν βουσίν, ἐν κυσίν, ἐν μελίσσαις, ἐν ἵπποις. μὴ δὴ λέγε τῷ ἐξαιρέτῳ "σὺ οὖν τί εἶ· εἰ δὲ μή, ἐρεῖ σοι φωνήν ποθεν λαβὸν "ἐγώ εἰμι τοιοῦτον οἱο῀ν ἐν ἱματίῳ πορφύρα: μή μ ἀξίου ὅμοιον εἶναι τοῖς ἄλλοις ἢ τῇ φύσει μου μέμφου, ὅτι με διαφέροντα παρὰ τοὺς ἄλλους ἐποίησεν". Τί οὖν· ἐγὼ τοιοῦτος·

πόθεν· σὺ γὰρ τοιοῦτος οἱο῀ς ἀκούειν τἀληθῆ· ὤφελεν. ἀλλ ὅμως ἐπεί πως κατεκρίθην πώγωνα ἔχειν πολιὸν καὶ τρίβωνα καὶ σὺ εἰσέρχῃ πρὸς ἐμὲ ὡς πρὸς φιλόσοφον, οὐ χρήσομαί σοι ὠμῶς οὐδ ἀπογνωστικῶς, ἀλλ ἐρῶ: νεανίσκε, τίνα θέλεις καλὸν ποιεῖν· γνῶθι πρῶτον τίς εἶ καὶ οὕτως κόσμει σεαυτόν. ἄνθρωπος εἶ:

τὸ χρηστικὸν φαντασίαις· τοῦτο δ ἐστὶ θνητὸν ζῷον χρηστικὸν φαντασίαις λογικῶς. τὸ δὲ λογικῶς τί ἐστιν· φύσει ὁμολογουμένως καὶ τελέως. τί οὖν ἐξαίρετον ἔχεις· τὸ ζῷον· οὔ. τὸ θνητόν· οὔ. οὔ.

τὸ λογικὸν ἔχεις ἐξαίρετον: τοῦτο κόσμει καὶ καλλώπιζε: τὴν κόμην δ ἄφες τῷ πλάσαντι ὡς αὐτὸς ἠθέλησεν. ἄγε, τίνας ἄλλας ἔχεις προσηγορίας·

ἀνὴρ εἶ ἢ γυνή· - Ἀνήρ. - Ἄνδρα οὖν καλλώπιζε, μὴ γυναῖκα. ἐκείνη φύσει λεία γέγονε καὶ τρυφερά: κἂν ἔχῃ τρίχας πολλάς, τέρας ἐστὶ καὶ ἐν τοῖς τέρασιν ἐν Ῥώμῃ δείκνυται. τοῦτο δ ἐπ ἀνδρός ἐστι τὸ μὴ ἔχειν:

κἂν μὲν φύσει μὴ ἔχῃ, τέρας ἐστίν, ἂν δ αὐτὸς ἑαυτοῦ ἐκκόπτῃ καὶ ἀποτίλλῃ, τί αὐτὸν ποιήσωμεν· ποῦ αὐτὸν δείξωμεν καὶ τί προγράψωμεν· "δείξω ὑμῖν ἄνδρα, ὃς θέλει μᾶλλον γυνὴ εἶναι ἢ ἀνήρ" 3. ὦ δεινοῦ θεάματος: οὐδεὶς οὐχὶ θαυμάσει τὴν προγραφήν:

νὴ τὸν Δία, οἶμαι ὅτι αὐτοὶ οἱ τιλλόμενοι οὐ παρακολουθοῦντες, ὅτι τοῦτ αὐτό ἐστιν, ὃ ποιοῦσιν, ποιοῦσιν. ἄνθρωπε, τί ἔχεις ἐγκαλέσαι σου τῇ φύσει· ὅτι σε ἄνδρα ἐγέννησεν·

τί οὖν· πάσας ἔδει γυναῖκας γεννῆσαι· καὶ τί ἂν ὄφελος ἦν σοι τοῦ κοσμεῖσθαι· τίνι ἂν ἐκοσμοῦ, εἰ πάντες ἦσαν γυναῖκες· ἀλλ οὐκ ἀρέσκει σοι τὸ πραγμάτιον:

ὅλον δι ὅλων αὐτὸ ποίησον: ἆρον - τί ποτ ἐκεῖνο· - τὸ αἴτιον τῶν τριχῶν: ποίησον εἰς ἅπαντα σαυτὸν γυναῖκα, ἵνα μὴ πλανώμεθα, μὴ τὸ μὲν ἥμισυ ἀνδρός, τὸ δ ἥμισυ γυναικός. τίνι θέλεις ἀρέσαι·

τοῖς γυναικαρίοις· ὡς ἀνὴρ αὐτοῖς ἄρεσον. "ναί: ἀλλὰ τοῖς λείοις χαίρουσιν. " οὐκ ἀπάγξῃ· καὶ εἰ τοῖς κιναίδοις ἔχαιρον, ἐγένου ἂν κίναιδος· τοῦτό σοι τὸ ἔργον ἐστίν, ἐπὶ τοῦτο ἐγεννήθης, ἵνα σοι αἱ γυναῖκες αἱ ἀκόλαστοι χαίρωσιν·

τοιοῦτόν σε θῶμεν πολίτην Κορινθίων, κἂν οὕτως τύχῃ, ἀστυνόμον ἢ ἐφήβαρχον ἢ στρατηγὸν ἢ ἀγωνοθέτην·

ἄγε καὶ γαμήσας τίλλεσθαι μέλλεις·

τίνι καὶ ἐπὶ τί· καὶ παιδία ποιήσας εἶτα κἀκεῖνα τιλλόμενα ἡμῖν εἰσάξεις εἰς τὸ πολίτευμα· καλὸς πολίτης καὶ βουλευτὴς καὶ ῥήτωρ. τοιούτους δεῖ νέους εὔχεσθαι ἡμῖν φύεσθαι καὶ ἀνατρέφεσθαι· Μή, τοὺς θεούς σοι, νεανίσκε: ἀλλ ἅπαξ ἀκούσας τῶν λόγων τούτων ἀπελθὼν σαυτῷ εἰπὲ "ταῦτά μοι Ἐπίκτητος οὐκ εἴρηκεν:

πόθεν γὰρ ἐκείνῳ· ἀλλὰ θεός τίς ποτ εὐμενὴς δι ἐκείνου. οὐδὲ γὰρ ἂν ἐπῆλθεν Ἐπικτήτῳ ταῦτα εἰπεῖν οὐκ εἰωθότι λέγειν πρὸς οὐδένα. ἄγε οὖν τῷ θεῷ πεισθῶμεν, ἵνα μὴ θεοχόλωτοι ὦμεν".

οὔ: ἀλλ ἂν μὲν κόραξ κραυγάζων σημαίνῃ σοί τι, οὐχ ὁ κόραξ ἐστὶν ὁ σημαίνων, ἀλλ ὁ θεὸς δι αὐτοῦ: ἂν δὲ δι ἀνθρωπίνης φωνῆς σημαίνῃ τι, τὸν ἄνθρωπον ποιήσει λέγειν σοι ταῦτα, ἵν ἀγνοῇς τὴν δύναμιν τοῦ δαιμονίου, ὅτι τοῖς μὲν οὕτως, τοῖς δ ἐκείνως σημαίνει, περὶ δὲ τῶν μεγίστων καὶ κυριωτάτων διὰ καλλίστου ἀγγέλου σημαίνει· τί ἐστιν ἄλλο, ὃ λέγει ὁ ποιητής·

ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς, Ἑρμείαν πέμψαντες ἐύσκοπον ἀργειφόντην, μήτ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν. ὁ Ἑρμῆς καταβὰς ἔμελλεν αὐτῷ λέγειν ταῦτα καὶ σοὶ νῦν λέγουσιν οἱ θεοὶ ταῦτα Ἑρμείαν πέμψαντες διάκτορον ἀργειφόντην μὴ ἐκστρέφειν τὰ καλῶς ἔχοντα μηδὲ περιεργάζεσθαι, ἀλλ ἀφεῖναι τὸν ἄνδρα ἄνδρα, τὴν γυναῖκα γυναῖκα, τὸν καλὸν ἄνθρωπον ὡς καλὸν ἄνθρωπον, τὸν αἰσχρὸν ὡς ἄνθρωπον αἰσχρόν.

ὅτι οὐκ εἶ κρέας οὐδὲ τρίχες, ἀλλὰ προαίρεσις: ταύτην ἂν σχῇς καλήν, τότ ἔστι καλός.

μέχρι δὲ νῦν οὐ τολμῶ σοι λέγειν, ὅτι αἰσχρὸς εἶ:

δοκεῖς γάρ μοι πάντα θέλειν ἀκοῦσαι ἢ τοῦτο. ἀλλ ὁρ´α, τί λέγει Σωκράτης τῷ καλλίστῳ πάντων καὶ ὡραιοτάτῳ Ἀλκιβιάδῃ:

"πειρῶ οὖν καλὸς εἶναι". τί αὐτῷ λέγει· "πλάσσε σου τὴν κόμην καὶ τίλλε σου τὰ σκέλη"· μὴ γένοιτο: ἀλλὰ "κόσμει σου τὴν προαίρεσιν, ἔξαιρε τὰ φαῦλα δόγματα" 3. τὸ σωμάτιον οὖν πῶς· ὡς πέφυκεν.

ἄλλῳ τούτων ἐμέλησεν: ἐκείνῳ ἐπί[ς]τρεψον. - Τί οὖν·

ἀκάθαρτον δεῖ εἶναι· - Μὴ γένοιτο: ἀλλ ὃς εἶ καὶ πέφυκας, τοῦτον κάθαιρε, ἄνδρα ὡς ἄνδρα καθάριον εἶναι, γυναῖκα ὡς γυναῖκα, παιδίον ὡς παιδίον. οὔ:

ἀλλὰ καὶ τοῦ λέοντος ἐκτίλωμεν τὴν κόμην, ἵνα μὴ ἀκάθαρτος ᾖ, καὶ τοῦ ἀλεκτρυόνος τὸν λόφον: δεῖ γὰρ καὶ τοῦτον καθάριον εἶναι. ἀλλ ὡς ἀλεκτρυόνα καὶ ἐκεῖνον ὡς λέοντα καὶ τὸν κυνηγετικὸν κύνα ὡς κυνηγετικόν.

상위

Works

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION