호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τί ἐστιν αἴτιον τοῦ συγκατατίθεσθαί τινι· τὸ φαίνεσθαι ὅτι ὑπάρχει. τῷ οὖν φαινομένῳ ὅτι οὐχ ὑπάρχει συγκατατίθεσθαι οὐχ οἱό῀ν τε.
διὰ τί· ὅτι ἡ φύσις αὕτη ἐστὶ τῆς διανοίας τοῖς μὲν ἀληθέσιν ἐπινεύειν, τοῖς δὲ ψευδέσι δυσαρεστεῖν, πρὸς δὲ τὰ ἄδηλα ἐπέχειν. τίς τούτου πίστις·
"πάθε, εἰ δύνασαι, νῦν ὅτι νύξ ἐστιν. " οὐχ οἱό῀ν τε. "ἀπόπαθε ὅτι ἡμέρα ἐστίν. " οὐχ οἱό῀ν τε. "πάθε ἢ ἀπόπαθε ἀπὸ τοῦ ἀρτίους εἶναι τοὺς ἀστέρας. " οὐχ οἱό῀ν τε. ὅταν οὖν τις συγκατατίθηται τῷ ψεύδει, ἴσθι ὅτι οὐκ ἤθελεν ψεύδει συγκαταθέσθαι:
πᾶσα γὰρ ψυχὴ ἄκουσα στέρεται τῆς ἀληθείας, ὡς λέγει Πλάτων: ἀλλὰ ἔδοξεν αὐτῷ τὸ ψεῦδος ἀληθές. ἄγε ἐπὶ δὲ τῶν πράξεων τί ἔχομεν τοιοῦτον οἱο῀ν ἐνθάδε τὸ ἀληθὲς ἢ τὸ ψεῦδος·
τὸ καθῆκον καὶ παρὰ τὸ καθῆκον, τὸ συμφέρον καὶ τὸ ἀσύμφορον, τὸ κατ ἐμὲ καὶ οὐ κατ ἐμὲ καὶ ὅσα τούτοις ὅμοια. "οὐ δύναται οὖν τις δοκεῖν μέν, ὅτι συμφέρει αὐτῷ, μὴ αἱρεῖσθαι δ αὐτό·
οὐ δύναται. πῶς ἡ λέγουσα καὶ μανθάνω μὲν οἱᾶ δρᾶν μέλλω κακά, θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων·
ὅτι αὐτὸ τοῦτο, τῷ θυμῷ χαρίσασθαι καὶ τιμωρήσασθαι τὸν ἄνδρα, συμφορώτερον ἡγεῖται τοῦ σῶσαι τὰ τέκνα. 3ναί:
ἀλλ ἐξηπάτηται. " δεῖξον αὐτῇ ἐναργῶς ὅτι ἐξηπάτηται καὶ οὐ ποιήσει: μέχρι δ ἂν οὗ μὴ δεικνύῃς, τίνι ἔχει ἀκολουθῆσαι ἢ τῷ φαινομένῳ· οὐδενί.
τί οὖν χαλεπαίνεις αὐτῇ, ὅτι πεπλάνηται ἡ ταλαίπωρος περὶ τῶν μεγίστων καὶ ἔχις ἀντὶ ἀνθρώπου γέγονεν· οὐχὶ δ, εἴπερ ἄρα, μᾶλλον ἐλεεῖς, ὡς τοὺς τυφλοὺς ἐλεοῦμεν, ὡς τοὺς χωλούς, οὕτως τοὺς τὰ κυριώτατα τετυφλωμένους καὶ ἀποκεχωλωμένους· Ὅστις οὖν τούτου μέμνηται καθαρῶς ὅτι ἀνθρώπῳ μέτρον πάσης πράξεως τὸ φαινόμενον λοιπὸν ἢ καλῶς φαίνεται ἢ κακῶς:
εἰ καλῶς, ἀνέγκλητός ἐστιν: εἰ κακῶς, αὐτὸς ἐζημίωται: οὐ δύναται γὰρ ἄλλος μὲν εἶναι ὁ πεπλανημένος, ἄλλος δ ὁ βλαπτόμενος, οὐδενὶ ὀργισθήσεται, οὐδενὶ χαλεπανεῖ, οὐδένα λοιδορήσει, οὐδένα μέμψεται, οὐ μισήσει, οὐ προσκόψει οὐδενί. ὥστε καὶ τὰ οὕτω μεγάλα καὶ δεινὰ ἔργα ταύτην ἔχει τὴν ἀρχήν, τὸ φαινόμενον·
ταύτην οὐδ ἄλλην. ἡ Ἰλιὰς οὐδέν ἐστιν ἢ φαντασία καὶ χρῆσις φαντασιῶν.
ἐφάνη τῷ Ἀλεξάνδρῳ ἀπάγειν τοῦ Μενελάου τὴν γυναῖκα, ἐφάνη τῇ Ἑλένῃ ἀκολουθῆσαι αὐτῷ. εἰ οὖν ἐφάνη τῷ Μενελάῳ παθεῖν ὅτι κέρδος ἐστὶ τοιαύτης γυναικὸς στερηθῆναι, τί ἂν ἐγένετο·
ἀπολώλει ἡ Ἰλιὰς οὐ μόνον ἀλλὰ καὶ ἡ Ὀδύσσεια. - Ἐκ τοιούτου οὖν μικροῦ πράγματος ἤρτηται τὰ τηλικαῦτα· - Τίνα δὲ καὶ λέγεις τὰ τηλικαῦτα·
πολέμους καὶ στάσεις καὶ ἀπωλείας πολλῶν ἀνθρώπων καὶ κατασκαφὰς πόλεων· καὶ τί μέγα ἔχει ταῦτα· - Οὐδέν· Τί δ ἔχει μέγα πολλοὺς βοῦς ἀποθανεῖν καὶ πολλὰ πρόβατα καὶ πολλὰς καλιὰς χελιδόνων ἢ πελαργῶν ἐμπρησθῆναι καὶ κατασκαφῆναι·
- Ὅμοια οὖν ἐστι ταῦτα ἐκείνοις·
- Ὁμοιότατα. σώματα ἀπώλετο ἀνθρώπων: καὶ βοῶν καὶ προβάτων. οἰκημάτια ἐνεπρήσθη ἀνθρώπων: καὶ πελαργῶν νεοσσιαί. τί μέγα ἢ δεινόν·
ἢ δεῖξόν μοι τί διαφέρει οἰκία ἀνθρώπου καὶ νεοσσιὰ πελαργοῦ ὡς οἴκησις. - Ὅμοιον οὖν ἐστι πελαργὸς καὶ ἄνθρωπος·
- Τί λέγεις· κατὰ τὸ σῶμα ὁμοιότατον. [πλὴν ὅτι μὲν ἐκ δοκῶν καὶ κεραμίδων καὶ πλίνθων οἰκοδομεῖται τὰ οἰκίδια, ἡ δ ἐκ ῥάβδων καὶ πηλοῦ. ] Οὐδενὶ οὖν διαφέρει ἄνθρωπος πελαργοῦ· - Μὴ γένοιτο:
ἀλλὰ τούτοις οὐ διαφέρει. - Τίνι οὖν διαφέρει· - Ζήτει καὶ εὑρήσεις, ὅτι ἄλλῳ διαφέρει.
ὁρ´α μὴ τῷ παρακολουθεῖν οἷς ποιεῖ, ὁρ´α μὴ τῷ κοινωνικῷ, μὴ τῷ πιστῷ, τῷ αἰδήμονι, τῷ ἀσφαλεῖ, τῷ συνετῷ. ποῦ οὖν τὸ μέγα ἐν ἀνθρώποις κακὸν καὶ ἀγαθόν·
ὅπου ἡ διαφορά. ἂν σῴζηται τοῦτο καὶ περιτετειχισμένον μένῃ καὶ μὴ διαφθείρηται τὸ αἰδῆμον μηδὲ τὸ πιστὸν μηδὲ τὸ συνετόν, τότε σῴζεται καὶ αὐτός: ἂν δ ἀπολλύηταί τι τούτων καὶ ἐκπολιορκῆται, τότε καὶ αὐτὸς ἀπόλλυται. καὶ τὰ μεγάλα πράγματα ἐν τούτῳ ἐστίν. ἔπταισεν μεγάλα ὁ Ἀλέξανδρος, ὅτ ἐπῆλθον φασιν οἱ Ἕλληνες καὶ ὅτε ἐπόρθουν τὴν Τροίαν καὶ ὅτε οἱ ἀδελφοὶ αὐτοῦ ἀπώλλυντο·
οὐδαμῶς:
δι ἀλλότριον γὰρ ἔργον πταίει οὐδείς: ἀλλὰ τότε πελαργῶν νεοσσιαὶ ἐπορθοῦντο. πταῖσμα δ ἦν, ὅτε ἀπώλεσε τὸν αἰδήμονα, τὸν πιστόν, τὸν φιλόξενον, τὸν κόσμιον. πότ ἔπταισεν ὁ Ἀχιλλεύς·
ὅτε ἀπέθανεν ὁ Πάτροκλος· μὴ γένοιτο: ἀλλ ὅτε ὠργίζετο, ὅτε κορασίδιον ἔκλαεν, ὅτ ἐπελάθετο ὅτι πάρεστιν οὐκ ἐπὶ τὸ ἐρωμένας κτᾶσθαι, ἀλλ ἐπὶ τὸ πολεμεῖν. ταῦτ ἐστὶ τὰ ἀνθρωπικὰ πταίσματα, τοῦτό ἐστιν ἡ πολιορκία, τοῦτό ἐστι κατασκαφή, ὅταν τὰ δόγματα τὰ ὀρθὰ καθαιρῆται, ὅταν ἐκεῖνα διαφθείρηται.
- Ὅταν οὖν γυναῖκες ἄγωνται καὶ παιδία αἰχμαλωτίζηται καὶ ὅταν αὐτοὶ κατασφάζωνται, ταῦτα οὐκ ἔστι κακά·
- Πόθεν τοῦτο προσδοξάζεις·
κἀμὲ δίδαξον. - Οὔ: ἀλλὰ πόθεν σὺ λέγεις ὅτι οὐκ ἔστι κακά· - Ἔλθωμεν ἐπὶ τοὺς κανόνας, φέρε τὰς προλήψεις.
Διὰ τοῦτο γὰρ οὐκ ἔστιν ἱκανῶς θαυμάσαι τὸ γινόμενον. ὅπου βάρη κρῖναι θέλομεν, οὐκ εἰκῇ κρίνομεν: ὅπου τὰ εὐθέα καὶ στρεβλά, οὐκ εἰκῇ: ἁπλῶς ὅπου διαφέρει ἡμῖν γνῶναι τὸ κατὰ τὸν τόπον ἀληθές, οὐδέποθ ἡμῶν οὐδεὶς οὐδὲν εἰκῇ ποιήσει.
ὅπου δὲ τὸ πρῶτον καὶ μόνον αἴτιόν ἐστι τοῦ κατορθοῦν ἢ ἁμαρτάνειν, τοῦ εὐροεῖν ἢ δυσροεῖν, τοῦ ἀτυχεῖν ἢ εὐτυχεῖν, ἐνθάδε μόνον εἰκαῖοι καὶ προπετεῖς.
οὐδαμοῦ ὅμοιόν τι ζυγῷ, οὐδαμοῦ ὅμοιόν τι κανόνι, ἀλλά τι ἐφάνη καὶ εὐθὺς ποιῶ τὸ φανέν. κρείσσων γάρ εἰμι τοῦ Ἀγαμέμνονος ἢ τοῦ Ἀχιλλέως, ἵν ἐκεῖνοι μὲν διὰ τὸ ἀκολουθῆσαι τοῖς φαινομένοις τοιαῦτα κακὰ ποιήσωσι καὶ πάθωσιν, ἐμοὶ δὲ μὴ ἀρκῇ τὸ φαινόμενον·
καὶ ποία τραγῳδία ἄλλην ἀρχὴν ἔχει·
Ἀτρεὺς Εὐριπίδου τί ἐστιν· τὸ φαινόμενον. Οἰδίπους Σοφοκλέους τί ἐστιν· τὸ φαινόμενον. Φοῖνιξ· τὸ φαινόμενον.
Ἱππόλυτος· τὸ φαινόμενον. τούτου οὖν μηδεμίαν ἐπιμέλειαν ποιεῖσθαι τίνος ὑμῖν δοκεῖ· τίνες δὲ λέγονται οἱ παντὶ τῷ φαινομένῳ ἀκολουθοῦντες· - Μαινόμενοι. - Ἡμεῖς οὖν ἄλλο τι ποιοῦμεν·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기