호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Αἱ περιστάσεις εἰσὶν αἱ τοὺς ἄνδρας δεικνύουσαι. λοιπὸν ὅταν ἐμπέσῃ περίστασις, μέμνησο ὅτι ὁ θεός σε ὡς ἀλείπτης τραχεῖ νεανίσκῳ συμβέβληκεν. - Ἵνα τί·
φησίν. - Ἵνα Ὀλυμπιονίκης γένῃ: δίχα δ ἱδρῶτος οὐ γίγνεται. ἐμοὶ μὲν οὐδεὶς δοκεῖ κρείσσονα ἐσχηκέναι περίστασιν ἧς σὺ ἔσχηκας, ἂν θέλῃς ὡς ἀθλητὴς νεανίσκῳ χρῆσθαι. καὶ νῦν ἡμεῖς γε εἰς τὴν Ῥώμην κατάσκοπον πέμπομεν.
οὐδεὶς δὲ δειλὸν κατάσκοπον πέμπει, ἵν, ἂν μόνον ἀκούσῃ ψόφου καὶ σκιάν ποθεν ἴδῃ, τρέχων ἔλθῃ τεταραγμένος καὶ λέγων ἤδη παρεῖναι τοὺς πολεμίους. οὕτως νῦν καὶ σὺ ἂν ἐλθὼν ἡμῖν εἴπῃς "φοβερὰ τὰ ἐν Ῥώμῃ πράγματα, δεινόν ἐστι θάνατος, δεινόν ἐστι φυγή, δεινὸν λοιδορία, δεινὸν πενία:
φεύγετε ἄνδρες, πάρεισιν οἱ πολέμιοι" 3, ἐροῦμέν σοι "ἄπελθε, σεαυτῷ μαντεύου: ἡμεῖς τοῦτο μόνον ἡμάρτομεν, ὅτι τοιοῦτον κατάσκοπον ἐπέμπομεν".
Πρὸ σοῦ κατάσκοπος ἀποσταλεὶς Διογένης ἄλλα ἡμῖν ἀπήγγελκεν.
λέγει ὅτι ὁ θάνατος οὐκ ἔστι κακόν, οὐδὲ γὰρ αἰσχρόν: λέγει ὅτι ἀδοξία ψόφος ἐστὶ μαινομένων ἀνθρώπων. οἱᾶ δὲ περὶ πόνου, οἱᾶ δὲ περὶ ἡδονῆς, οἱᾶ περὶ πενίας εἴρηκεν οὗτος ὁ κατάσκοπος.
τὸ δὲ γυμν[ασι]ὸν εἶναι λέγει ὅτι κρεῖσσόν ἐστι πάσης περιπορφύρου: τὸ δ ἐπ ἀστρώτῳ πέδῳ καθεύδειν λέγει ὅτι μαλακωτάτη κοίτη ἐστίν. καὶ ἀπόδειξιν φέρει περὶ ἑκάστου τὸ θάρσος τὸ αὑτοῦ, τὴν ἀταραξίαν, τὴν ἐλευθερίαν, εἶτα καὶ τὸ σωμάτιον στίλβον καὶ συνεστραμμένον.
"οὐδείς", φησίν, "πολέμιος ἐγγύς ἐστιν:
πάντα εἰρήνης γέμει. " πῶς, ὦ Διόγενες· "ἰδού", φησίν, "μή τι βέβλημαι, μή τι τέτρωμαι, μή τινα πέφευγα· " τοῦτ ἔστιν οἱο῀ς δεῖ κατάσκοπος, σὺ δ ἡμῖν ἐλθὼν ἄλλα ἐξ ἄλλων λέγεις.
οὐκ ἀπελεύσῃ πάλιν καὶ ὄψει ἀκριβέστερον δίχα τῆς δειλίας· Τί οὖν ποιήσω· - Τί ποιεῖς, ἐκ πλοίου ὅταν ἐξίῃς·
μή τι τὸ πηδάλιον αἴρεις, μή τι τὰς κώπας· τί οὖν αἴρεις· τὰ σά, τὴν λήκυθον, τὴν πήραν. καὶ νῦν ἂν ᾖς μεμνημένος τῶν σῶν, οὐδέποτε τῶν ἀλλοτρίων ἀντιποιήσῃ. λέγει σοι "θὲς τὴν πλατύσημον":
ἰδοὺ στενόσημος. "θὲς καὶ ταύτην: ἰδοὺ ἱμάτιον μόνον. "θὲς τὸ ἱμάτιον: 3 ἰδοὺ γυμνός.
"ἀλλὰ φθόνον μοι κινεῖς. " λάβε τοίνυν ὅλον τὸ σωμάτιον. ᾧ δύναμαι ῥῖψαι τὸ σωμάτιον, ἔτι τοῦτο ν φοβοῦμαι· ἀλλὰ κληρονόμον μ οὐκ ἀπολείψει.
τί οὖν· ἐπελαθόμην ὅτι τούτων οὐδὲν ἐμὸν ἦν· πῶς οὖν ἐμὰ αὐτὰ λέγομεν· ὡς τὸν κράβαττον ἐν τῷ πανδοκείῳ. ἂν οὖν ὁ πανδοκεὺς ἀποθανὼν ἀπολίπῃ σοι τοὺς κραβάττους: ἂν δ ἄλλῳ, ἐκεῖνος ἕξει, σὺ δ ἄλλον ζητήσεις: ἂν οὖν μὴ εὑρ´ῃς, χαμαὶ κοιμήσῃ μόνον θαρρῶν καὶ ῥέγκων καὶ μεμνημένος ὅτι ἐν τοῖς πλουσίοις καὶ βασιλεῦσι καὶ τυράννοις αἱ τραγῳδίαι τόπον ἔχουσιν, οὐδεὶς δὲ πένης τραγῳδίαν συμπληροῖ εἰ μὴ ὡς χορευτής.
οἱ δὲ βασιλεῖς ἄρχονται μὲν ἀπ ἀγαθῶν:
στέψατε δώματα: εἶτα περὶ τρίτον ἢ τέταρτον μέρος: ἰὼ Κιθαιρών, τί μ ἐδέχου· ἀνδράποδον, ποῦ οἱ στέφανοι, ποῦ τὸ διάδημα· οὐδέν σε ὠφελοῦσιν οἱ δορυφόροι·
ὅταν οὖν ἐκείνων τινὶ προσίῃς, τούτων μέμνησο, ὅτι τραγῳδῷ προσέρχῃ, οὐ τῷ ὑποκριτῇ, ἀλλ αὐτῷ τῷ Οἰδίποδι.
"ἀλλὰ μακάριος ὁ δεῖνα:
μετὰ πολλῶν γὰρ περιπατεῖ. " κἀγὼ συγκατατάττω ἐμαυτὸν σὺν τοῖς πολλοῖς καὶ μετὰ πολλῶν περιπατῶ. τὸ δὲ κεφάλαιον:
μέμνησο ὅτι ἡ θύρα ἤνοικται. μὴ γίνου τῶν παιδίων δειλότερος, ἀλλ ὡς ἐκεῖνα, ὅταν αὐτοῖς μὴ ἀρέσκῃ τὸ πρᾶγμα, λέγει "οὐκέτι παίξω", καὶ σύ, ὅταν σοι φαίνηταί τινα εἶναι τοιαῦτα, εἰπὼν "οὐκέτι παίξω" ἀπαλλάσσου, μένων δὲ μὴ θρήνει.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기