- 텍스트

Epictetus, Works, book 1, Ὅτι οὐ δεῖ χαλεπαίνειν τοῖς ἁμαρτανομένοις.?

(에픽테토스, Works, book 1, Ὅτι οὐ δεῖ χαλεπαίνειν τοῖς ἁμαρτανομένοις.)

τι τὸ παθεῖν ὅτι ἐμοὶ συμφέρει, ἀμήχανον δ ἄλλο μὲν κρίνειν τὸ συμφέρον, ἄλλου δ ὀρέγεσθαι καὶ ἄλλο μὲν κρίνειν καθῆκον, ἐπ ἄλλο δὲ ὁρμᾶν, τί ἔτι τοῖς πολλοῖς χαλεπαίνομεν· - Κλέπται, φησίν, εἰσὶ καὶ λωποδύται.

- Τί ἐστι τὸ κλέπται καὶ λωποδύται· πεπλάνηνται περὶ ἀγαθῶν καὶ κακῶν. χαλεπαίνειν οὖν δεῖ αὐτοῖς ἢ ἐλεεῖν αὐτούς· ἀλλὰ δεῖξον τὴν πλάνην καὶ ὄψει πῶς ἀφίστανται τῶν ἁμαρτημάτων.

ἂν δὲ μὴ βλέπωσιν, οὐδὲν ἔχουσιν ἀνώτερον τοῦ δοκοῦντος αὐτοῖς. Τοῦτον οὖν τὸν λῃστὴν καὶ τοῦτον τὸν μοιχὸν οὐκ ἔδει ἀπολωλέναι·

- Μηδαμῶς, ἀλλ ἐκεῖνο μᾶλλον "τοῦτον τὸν πεπλανημένον καὶ ἐξηπατημένον περὶ τῶν μεγίστων καὶ ἀποτετυφλωμένον οὐ τὴν ὄψιν τὴν διακριτικὴν τῶν λευκῶν καὶ μελάνων, ἀλλὰ τὴν γνώμην τὴν διακριτικὴν τῶν ἀγαθῶν καὶ τῶν κακῶν μὴ ἀπολλύναι·

γνώσῃ πῶς ἀπάνθρωπόν ἐστιν ὃ λέγεις καὶ ὅτι ἐκείνῳ ὅμοιον "τοῦτον οὖν τὸν τυφλὸν μὴ ἀπολλύναι καὶ τὸν κωφόν·

" εἰ γὰρ μεγίστη βλάβη ἡ τῶν μεγίστων ἀπώλειά ἐστιν, μέγιστον δ ἐν ἑκάστῳ προαίρεσις οἱά δεῖ καὶ τούτου στέρεταί τις, τί ἔτι χαλεπαίνεις αὐτῷ·

ἄνθρωπε, εἰ σὲ δεῖ παρὰ φύσιν ἐπὶ τοῖς ἀλλοτρίοις κακοῖς διατίθεσθαι, ἐλέει αὐτὸν μᾶλλον ἢ μίσει:

ἄφες τοῦτο τὸ προσκοπτικὸν καὶ μισητικόν: μὴ ἐ;

π; ῃς τὰς φωνὰς ταύτας ἃς οἱ πολλοὶ τῶν φ των "τούτους οὖν τοὺς καταράτους καὶ μιαροὺς " ἔστω: σὺ πῶς ποτ ἀπεσοφώθης ἄφνω ν; . ἀ;

μὴ θαύμαζε τὸ κάλλος τῆς γυναικὸς καὶ τῷ μοιχῷ οὐ χαλεπαίνεις. λ; λ; ω; ς; χαλεπὸς εἶ. διὰ τί οὖν χαλεπαίνομεν· ὅτι τὰς ὕλας θαυμάζομεν, ὧν ἡμᾶς ἀφαιροῦνται. ἐπεί τοι μὴ θαύμαζέ σου τὰ ἱμάτια καὶ τῷ κλέπτῃ οὐ χαλεπαίνεις: γνῶθι ὅτι κλέπτης καὶ μοιχὸς ἐν τοῖς σοῖς τόπον οὐκ ἔχει, ἐν δὲ τοῖς ἀλλοτρίοις καὶ τοῖς οὐκ ἐπὶ σοί.

ταῦτα ἂν ἀφῇς καὶ παρὰ μηδὲν ἡγήσῃ, τίνι ἔτι χαλεπαίνεις· μέχρι δ ἂν ταῦτα θαυμάζῃς, σεαυτῷ χαλέπαινε μᾶλλον ἢ ἐκείνοις. σκόπει γάρ: ἔχεις καλὰ ἱμάτια, ὁ γείτων σου οὐκ ἔχει:

θυρίδα ἔχεις, θέλεις αὐτὰ ψῦξαι. οὐκ οἶδεν ἐκεῖνος τί τὸ ἀγαθόν ἐστι τοῦ ἀνθρώπου, ἀλλὰ φαντάζεται ὅτι τὸ ἔχειν καλὰ ἱμάτια, τοῦτο ὃ καὶ σὺ φαντάζῃ. εἶτα μὴ ἔλθῃ καὶ ἄρῃ αὐτά·

ἀλλὰ σὺ πλακοῦντα δεικνύων ἀνθρώποις λίχνοις καὶ μόνος αὐτὸν καταπίνων οὐ θέλεις ἵνα αὐτὸν ἁρπάσωσι· μὴ ἐρέθιζε αὐτούς, θυρίδα μὴ ἔχε, μὴ ψῦχέ σου τὰ ἱμάτια. κἀγὼ πρῴην σιδηροῦν λύχνον ἔχων παρὰ τοῖς θεοῖς ἀκούσας ψόφον τῆς θυρίδος κατέδραμον.

εὑρ῀ον ἡρπασμένον τὸν λύχνον. ἐπελογισάμην, ὅτι ἔπαθέν τι ὁ ἄρας οὐκ ἀπίθανον. τί οὖν· αὔριον, φημί, ὀστράκινον εὑρήσεις. ἐκεῖνα γὰρ ἀπολλύει, ἃ ἔχει.

"ἀπώλεσά μου τὸ ἱμάτιον. " εἶχες γὰρ ἱμάτιον. "ἀλγῶ τὴν κεφαλήν. " μή τι κέρατα ἀλγεῖς· τί οὖν ἀγανακτεῖς· τούτων γὰρ αἱ ἀπώλειαι, τούτων οἱ πόνοι, ὧν καὶ αἱ κτήσεις. 3Ἀλλ ὁ τύραννος δήσει.

" τί· τὸ σκέλος. "ἀλλ ἀφελεῖ. " τί· τὸν τράχηλον. τί οὖν οὐ δήσει οὐδ ἀφελεῖ· τὴν προαίρεσιν. διὰ τοῦτο παρήγγελλον οἱ παλαιοὶ τὸ Γνῶθι σαυτόν. τί οὖν·

ἔδει νὴ τοὺς θεοὺς μελετᾶν ἐπὶ τῶν μικρῶν καὶ ἀπ ἐκείνων ἀρχομένους διαβαίνειν ἐπὶ τὰ μείζω. "κεφαλὴν ἀλγῶ.

" "οἴμοι" μὴ λέγε. "ὠτίον ἀλγῶ. " "οἴμοι" μὴ λέγε. καὶ οὐ λέγω ὅτι οὐ δέδοται στενάξαι, ἀλλὰ ἔσωθεν μὴ στενάξῃς. μηδ ἂν βραδέως τὸν ἐπίδεσμον ὁ παῖς φέρῃ, κραύγαζε καὶ σπῶ καὶ λέγε "πάντες με μισοῦσιν". τίς γὰρ μὴ μισήσῃ τὸν τοιοῦτον· τούτοις τὸ λοιπὸν πεποιθὼς τοῖς δόγμασιν ὀρθὸς περιπάτει, ἐλεύθερος, οὐχὶ τῷ μεγέθει πεποιθὼς τοῦ σώματος ὥσπερ ἀθλητής:

οὐ γὰρ ὡς ὄνον ἀήττητον εἶναι. Τίς οὖν ὁ ἀήττητος· ὃν οὐκ ἐξίστησιν οὐδὲν τῶν ἀπροαιρέτων.

εἶτα λοιπὸν ἑκάστην τῶν περιστάσεων ἐπερχόμενος καταμανθάνω ὡς ἐπὶ τοῦ ἀθλητοῦ. "οὗτος ἐξεβίασε τὸν πρῶτον κλῆρον. τί οὖν τὸν δεύτερον· τί δ ἂν καῦμα ᾖ· τί δ ἐν Ὀλυμπίᾳ·

καὶ ἐνταῦθα ὡσαύτως. ἂν ἀργυρίδιον προβάλῃς, καταφρονήσει. τί οὖν ἂν κορασίδιον· τί οὖν ἂν ἐν σκότῳ· τί οὖν ἂν δοξάριον· τί οὖν ἂν λοιδορίαν· τί οὖν ἂν ἔπαινον· τί δ ἂν θάνατον· δύναται ταῦτα πάντα νικῆσαι.

τί οὖν ἂν καῦμα ᾖ, τοῦτό ἐστι: τί, ἂν οἰνωμένος ᾖ· τί ἂν μελαγχολῶν· τί ἐν ὕπνοις· οὗτός μοί ἐστιν ὁ ἀνίκητος ἀθλητής.

상위

Works

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION