- 텍스트

Epictetus, Works, book 1, Περὶ φιλοστοργίας.?

(에픽테토스, Works, book 1, Περὶ φιλοστοργίας.)

Ἀφικομένου δέ τινος πρὸς αὐτὸν τῶν ἐν τέλει πυθόμενος παρ αὐτοῦ τὰ ἐπὶ μέρους ἠρώτησεν, εἰ καὶ τέκνα εἰή αὐτῷ καὶ γυνή. τοῦ δ ὁμολογήσαντος προσεπύθετο:

Πῶς τι οὖν χρῇ τῷ πράγματι· - Ἀθλίως, ἔφη. - Καὶ ὅς:

Τίνα τρόπον· οὐ γὰρ δὴ τούτου γ ἕνεκα γαμοῦσιν ἄνθρωποι καὶ παιδοποιοῦνται, ὅπως ἄθλιοι ὦσιν, ἀλλὰ μᾶλλον ὅπως εὐδαίμονες. - Ἀλλ ἐγώ, ἔφη, οὕτως ἀθλίως ἔχω περὶ τὰ παιδάρια, ὥστε πρῴην νοσοῦντός μου τοῦ θυγατρίου καὶ δόξαντος κινδυνεύειν οὐχ ὑπέμεινα οὐδὲ παρεῖναι αὐτῷ νοσοῦντι, φυγὼν δ ᾠχόμην, μέχρις οὗ προσήγγειλέ τις μοι ὅτι ἔχει καλῶς.

- Τί οὖν·

ὀρθῶς φαίνει σαυτῷ ταῦτα πεποιηκέναι· - Φυσικῶς, ἔφη. - Ἀλλὰ μὴν τοῦτό με πεῖσον, ἔφη, σύ, διότι φυσικῶς, καὶ ἐγώ σε πείσω, ὅτι πᾶν τὸ κατὰ φύσιν γινόμενον ὀρθῶς γίνεται. - Τοῦτο, ἔφη, πάντες ἢ οἵ γε πλεῖστοι πατέρες πάσχομεν.

- Οὐδ ἐγώ σοι ἀντιλέγω, ἔφη, ὅτι οὐ γίνεται, τὸ δ ἀμφισβητούμενον ἡμῖν ἐκεῖνό ἐστιν, εἰ ὀρθῶς. ἐπεὶ τούτου γ ἕνεκα καὶ τὰ φύματα δεῖ λέγειν ἐπ ἀγαθῷ γίνεσθαι τοῦ σώματος, ὅτι γίνεται, καὶ ἁπλῶς τὸ ἁμαρτάνειν εἶναι κατὰ φύσιν, ὅτι πάντες σχεδὸν ἢ οἵ γε πλεῖστοι ἁμαρτάνομεν.

δεῖξον οὖν μοι σύ, πῶς κατὰ φύσιν ἐστίν.

- Οὐ δύναμαι, ἔφη: ἀλλὰ σύ μοι μᾶλλον δεῖξον, πῶς οὐκ ἔστι κατὰ φύσιν οὐδ ὀρθῶς γίνεται. - Καὶ ὅς:

Ἀλλ εἰ ἐζητοῦμεν, ἔφη, περὶ λευκῶν καὶ μελάνων, ποῖον ἂν κριτήριον παρεκαλοῦμεν πρὸς διάγνωσιν αὐτῶν· - Τὴν ὁρ´ασιν, ἔφη. - Τί δ εἰ περὶ θερμῶν καὶ ψυχρῶν καὶ σκληρῶν καὶ μαλακῶν, ποῖόν τι· - Τὴν ἁφήν. ἐπειδὴ περὶ τῶν κατὰ φύσιν καὶ τῶν ὀρθῶς ἢ οὐκ ὀρθῶς γινομένων ἀμφισβητοῦμεν, ποῖον θέλεις κριτήριον παραλάβωμεν·

- Οὐκ οἶδ, ἔφη.

- Καὶ μὴν τὸ μὲν τῶν χρωμάτων καὶ ὀσμῶν, ἔτι δὲ χυλῶν κριτήριον ἀγνοεῖν τυχὸν οὐ μεγάλη ζημία, τὸ δὲ τῶν ἀγαθῶν καὶ τῶν κακῶν καὶ τῶν κατὰ φύσιν καὶ παρὰ φύσιν τῷ ἀνθρώπῳ δοκεῖ σοι μικρὰ ζημία εἶναι τῷ ἀγνοοῦντι· - Ἡ μεγίστη μὲν οὖν.

- Φέρε, εἰπέ μοι, πάντα ἃ δοκεῖ τισιν εἶναι καλὰ καὶ προσήκοντα, ὀρθῶς δοκεῖ· καὶ νῦν Ιοὐδαίοις καὶ Σύροις καὶ Αἰγυπτίοις καὶ Ῥωμαίοις οἱό῀ν τε πάντα τὰ δοκοῦντα περὶ τροφῆς ὀρθῶς δοκεῖν· - Καὶ πῶς οἱό῀ν τε·

- Ἀλλ οἶμαι πᾶσα ἀνάγκη, εἰ ὀρθά ἐστι τὰ Αἰγυπτίων, μὴ ὀρθὰ εἶναι τὰ τῶν ἄλλων, εἰ καλῶς ἔχει τὰ Ιοὐδαίων, μὴ καλῶς ἔχειν τὰ τῶν ἄλλων. - Πῶς γὰρ οὔ·

- Ὅπου δ ἄγνοια, ἐκεῖ καὶ ἀμαθία καὶ ἡ περὶ τὰ ἀναγκαῖα ἀπαιδευσία. - Συνεχώρει.

- Σὺ οὖν, ἔφη, τούτων αἰσθόμενος οὐδὲν ἄλλο τοῦ λοιποῦ σπουδάσεις οὐδὲ πρὸς ἄλλῳ τινὶ τὴν γνώμην. ἕξεις ἢ ὅπως τὸ κριτήριον τῶν κατὰ φύσιν καταμαθὼν τούτῳ προσχρώμενος διακρινεῖς τῶν ἐπὶ μέρους ἕκαστον. Ἐπὶ δὲ τοῦ παρόντος τὰ τοσαῦτα ἔχω σοι πρὸς ὃ βούλει βοηθῆσαι.

τὸ φιλόστοργον δοκεῖ σοι κατὰ φύσιν τ εἶναι καὶ καλόν·

- Πῶς γὰρ οὔ· - Τί δέ· τὸ μὲν φιλόστοργον κατὰ φύσιν τ ἐστὶ καὶ καλόν, τὸ δ εὐλόγιστον οὐ καλόν· - Οὐδαμῶς.

- Μὴ τοίνυν μάχην ἔχει τῷ φιλοστόργῳ τὸ εὐλόγιστον· - Οὐ δοκεῖ μοι. - Εἰ δὲ μή, τῶν μαχομένων ἀνάγκη θατέρου κατὰ φύσιν ὄντος θάτερον εἶναι παρὰ φύσιν· ἢ γὰρ οὔ· - Οὕτως, ἔφη. - Οὐκοῦν ὅ τι ἂν εὑρίσκωμεν ὁμοῦ μὲν φιλόστοργον ὁμοῦ δ εὐλόγιστον, τοῦτο θαρροῦντες ἀποφαινόμεθα ὀρθόν τε εἶναι καὶ καλόν·

- Ἔστω, ἔφη.

- Τί οὖν· ἀφεῖναι νοσοῦν τὸ παιδίον καὶ ἀφέντα ἀπελθεῖν ὅτι μὲν οὐκ εὐλόγιστον οὐκ οἶμαί ς ἀντερεῖν. ὑπολείπεται δ ἡμᾶς σκοπεῖν εἰ φιλόστοργον. - Σκοπῶμεν δή. - Ἆρ οὖν σὺ μὲν ἐπειδὴ φιλοστόργως διέκεισο πρὸς τὸ παιδίον, ὀρθῶς ἐποίεις φεύγων καὶ ἀπολείπων αὐτό· ἡ μήτηρ δ οὐ φιλοστοργεῖ τὸ παιδίον·

- Φιλοστοργεῖ μὲν οὖν. - Οὐκοῦν ἔδει καὶ τὴν μητέρα ἀφεῖναι αὐτὸ ἢ οὐκ ἔδει·

- Οὐκ ἔδει. - Τί δ ἡ τιτθή· στέργει αὐτό· - Στέργει, ἔφη. - Ἔδει οὖν κἀκείνην ἀφεῖναι αὐτό· - Οὐδαμῶς. - Τί δ ὁ παιδαγωγός· οὐ στέργει αὐτό· - Στέργει.

- Ἔδει οὖν κἀκεῖνον ἀφέντα ἀπελθεῖν, εἶθ οὕτως ἔρημον καὶ ἀβοήθητον ἀπολειφθῆναι τὸ παιδίον διὰ τὴν πολλὴν φιλοστοργίαν τῶν γονέων ὑμῶν καὶ τῶν περὶ αὐτὸ ἢ ἐν ταῖς χερσὶν τῶν οὔτε στεργόντων οὔτε κηδομένων ἀποθανεῖν· - Μὴ γένοιτο. - Καὶ μὴν ἐκεῖνό γε ἄνισον καὶ ἄγνωμον, ὅ τις αὑτῷ προσῆκον οἰέται διὰ τὸ φιλόστοργος εἶναι, τοῦτο τοῖς ὁμοίως φιλοστοργοῦσιν μὴ ἐφιέναι·

- Ἄτοπον.

- Ἄγε, σὺ δ ἂν νοσῶν ἠβούλου φιλοστόργους οὕτως ἔχειν τοὺς προσήκοντας τούς τ ἄλλους καὶ αὐτὰ τὰ τέκνα καὶ τὴν γυναῖκα, ὥστ ἀφεθῆναι μόνος ὑπ αὐτῶν καὶ ἔρημος· - Οὐδαμῶς.

- Εὔξαιο δ ἂν οὕτως στερχθῆναι ὑπὸ τῶν σαυτοῦ, ὥστε διὰ τὴν ἄγαν αὐτῶν φιλοστοργίαν ἀεὶ μόνος ἀπολείπεσθαι ἐν ταῖς νόσοις, ἢ τούτου γ ἕνεκα μᾶλλον ἂν ὑπὸ τῶν ἐχθρῶν, εἰ δυνατὸν ἦν, φιλοστοργεῖσθαι ηὔχου, ὥστ ἀπολείπεσθαι ὑπ αὐτῶν· εἰ δὲ ταῦτα, ὑπολείπεται μηδαμῶς ἔτι φιλόστοργον εἶναι τὸ πραχθέν. Τί οὖν· οὐδὲν ἦν τὸ κινῆσάν σε καὶ ἐξορμῆσαν πρὸς τὸ ἀφεῖναι τὸ παιδίον·

καὶ πῶς οἱό῀ν τε· ἀλλὰ τοιοῦτόν τι ἄν, οἱο῀ν καὶ ἐν Ῥώμῃ τινὰ ἦν τὸ κινοῦν, ὥστ ἐγκαλύπτεσθαι τοῦ ἵππου τρέχοντος ᾧ ἐσπουδάκει, εἶτα νικήσαντός ποτε παραλόγως σπόγγων δεῆσαι αὐτῷ πρὸς τὸ ἀναληφθῆναι λιποψυχοῦντα. τί οὖν τοῦτό ἐστιν·

τὸ μὲν ἀκριβὲς οὐ τοῦ παρόντος καιροῦ τυχόν: τοῦθ ὅπερ καὶ νῦν ἐμοί τε καὶ σοὶ γέγονεν αἴτιον, σοὶ μὲν τοῦ ἐλθεῖν πρὸς ἐμὲ καὶ καθῆσθαι νῦν ἀκούοντα, ἐμοὶ δὲ τοῦ λέγειν ταῦτα.

τί δ ἐστὶ τοῦτο·

ἆρά γε ἄλλο ἢ ὅτι ἔδοξεν ἡμῖν· - Οὐδέν. - Εἰ δ ἄλλως ἡμῖν ἐφάνη, τί ἂν ἄλλο ἢ τὸ δόξαν ἐπράττομεν· οὐκ οὖν καὶ τῷ Ἀχιλλεῖ τοῦτο αἴτιον τοῦ πενθεῖν, οὐχ ὁ τοῦ Πατρόκλου θάνατος ἄλλος γάρ τις οὐ πάσχει ταῦτα τοῦ ἑταίρου ἀποθανόντος , ἀλλ ὅτι ἔδοξεν αὐτῷ.

καὶ σοὶ τότε φεύγειν τοῦτο αὐτὸ ὅτι ἔδοξέν σοι: καὶ πάλιν, ἐὰν μείνῃς, ὅτι ἔδοξέν σοι.

καὶ νῦν ἐν Ῥώμῃ ἀνέρχῃ, ὅτι δοκεῖ σοι: κἂν μεταδόξῃ, οὐκ ἂν ἀπελεύσῃ. καὶ ἁπλῶς οὔτε θάνατος οὔτε φυγὴ οὔτε πόνος οὔτε ἄλλο τι τῶν τοιούτων αἴτιόν ἐστι τοῦ πράττειν τι ἢ μὴ πράττειν ἡμᾶς, ἀλλ ὑπολήψεις καὶ δόγματα.

Τοῦτό σε πείθω ἢ οὐχί· - Πεί[ς]θεις, ἔφη.

- Οἱᾶ δὴ τὰ αἴτια ἐφ ἑκάστου, τοιαῦτα καὶ τὰ ἀποτελούμενα. ἀπὸ ταύτης τῆς ἡμέρας οὐδὲν ἄλλο αἰτιασόμεθα ἢ τὸ δόγμα, ἀφ οὗ αὐτὸ ἐπράξαμεν, κἀκεῖνο ἐξαίρειν καὶ ἐκτέμνειν πειρασόμεθα μᾶλλον ἢ τὰ φύματα καὶ τὰ ἀποστήματα ἐκ τοῦ σώματος.

ὡσαύτως δὲ καὶ τῶν ὀρθῶς πραττομένων ταὐτὸν τοῦτο αἴτιον ἀποφανοῦμεν.

καὶ οὔτ οἰκέτην ἔτι αἰτιασόμεθα οὔτε γείτονα οὔτε γυναῖκα οὔτε τέκνα ὡς αἴτιά τινων κακῶν ἡμῖν γινόμενα πεπεισμένοι ὅτι, ἂν μὴ ἡμῖν δόξῃ τοιαῦτά τινα εἶναι, οὐ πράττομεν τὰ ἀκόλουθα:

τοῦ δόξαι δὲ ἢ μὴ δόξαι, ἡμεῖς κύριοι καὶ οὐ τὰ ἐκτός. - Οὕτως, ἔφη.

- Ἀπὸ τῆς σήμερον τοίνυν ἡμέρας οὐδὲν ἄλλο ἐπισκοπήσομεν οὐδ ἐξετάσομεν, ποῖόν τι ἐστὶν ἢ πῶς ἔχει, οὔτε τὸν ἀγρὸν οὔτε τὰ ἀνδράποδα οὔτε τοὺς ἵππους ἢ κύνας, ἀλλὰ τὰ δόγματα. - Εὔχομαι, ἔφη. - Ὁρᾷς οὖν, ὅτι σχολαστικόν σε δεῖ γενέσθαι, τοῦτο τὸ ζῷον οὗ πάντες καταγελῶσιν, εἴπερ ἄρα θέλεις ἐπίσκεψιν τῶν σαυτοῦ δογμάτων ποιεῖσθαι.

τοῦτο δ ὅτι μιᾶς ὡρ´ας ἢ ἡμέρας οὐκ ἔστιν, ἐπινοεῖς καὶ αὐτός.

상위

Works

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION