호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἄν τις, φησίν, ἐνίστηται πρὸς τὰ ἄγαν ἐκφανῆ, πρὸς τοῦτον οὐ ῥᾴδιόν ἐστιν εὑρεῖν λόγον, δι οὗ μεταπείσει τις αὐτόν. τοῦτο δ οὔτε παρὰ τὴν ἐκείνου γίνεται δύναμιν οὔτε παρὰ τὴν τοῦ διδάσκοντος ἀσθένειαν, ἀλλ ὅταν ἀπαχθεὶς ἀπολιθωθῇ, πῶς ἔτι χρήσηταί τις αὐτῷ διὰ λόγου·
Ἀπολιθώσεις δ εἰσὶ διτταί: ἡ μὲν τοῦ νοητικοῦ ἀπολίθωσις, ἡ δὲ τοῦ ἐντρεπτικοῦ, ὅταν τις παρατεταγμένος ᾖ μὴ ἐπινεύειν τοῖς ἐναργέσι μηδ ἀπὸ τῶν μαχομένων ἀφίστασθαι.
οἱ δὲ πολλοὶ τὴν μὲν σωματικὴν ἀπονέκρωσιν φοβούμεθα καὶ πάντ ἂν μηχανησαίμεθα ὑπὲρ τοῦ μὴ περιπεσεῖν τοιούτῳ τινί, τῆς ψυχῆς δ ἀπονεκρουμένης οὐδὲν ἡμῖν μέλει.
καὶ νὴ Δία ἐπὶ αὐτῆς τῆς ψυχῆς ἂν μὲν ᾖ οὕτως διακείμενος, ὥστε μηδενὶ παρακολουθεῖν μηδὲ συνιέναι μηδέν, καὶ τοῦτον κακῶς ἔχειν οἰόμεθα:
ἂν δέ τινος τὸ ἐντρεπτικὸν καὶ αἰδῆμον ἀπονεκρωθῇ, τοῦτο ἔτι καὶ δύναμιν καλοῦμεν. Καταλαμβάνεις ὅτι ἐγρήγορας· "οὔ", φησίν:
"οὐδὲ γάρ, ὅταν ἐν τοῖς ὕπνοις φαντάζωμαι, ὅτι ἐγρήγορα". οὐδὲν οὖν διαφέρει αὕτη ἡ φαντασία ἐκείνης· "οὐδέν". ἔτι τούτῳ διαλέγομαι· καὶ ποῖον αὐτῷ πῦρ ἢ ποῖον σίδηρον προσαγάγω, ἵν αἴσθηται ὅτι νενέκρωται·
αἰσθανόμενος οὐ προσποιεῖται: ἔτι χείρων ἐστὶ τοῦ νεκροῦ. μάχην οὗτος οὐ συνορᾷ: κακῶς ἔχει. συνορῶν οὗτος οὐ κινεῖται οὐδὲ προκόπτει:
ἔτι ἀθλιώτερον ἔχει. ἐκτέτμηται τὸ αἰδῆμον αὐτοῦ καὶ ἐντρεπτικὸν καὶ τὸ λογικὸν οὐκ ἀποτέτμηται, ἀλλ ἀποτεθηρίωται.
ταύτην ἐγὼ δύναμιν εἴπω·
μὴ γένοιτο, εἰ μὴ καὶ τὴν τῶν κιναίδων, καθ ἣν πᾶν τὸ ἐπελθὸν ἐν μέσῳ καὶ ποιοῦσι καὶ λέγουσι.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기