- 텍스트

Epictetus, Works, book 1, Περὶ προκοπῆς.?

(에픽테토스, Works, book 1, Περὶ προκοπῆς.)

Ὁ προκόπτων μεμαθηκὼς παρὰ τῶν φιλοσόφων ὅτι ἡ μὲν ὄρεξις ἀγαθῶν ἐστιν, ἡ δ ἔκκλισις πρὸς κακά, μεμαθηκὼς δὲ καὶ ὅτι οὐκ ἄλλως τὸ εὔρουν καὶ ἀπαθὲς περιγίνεται τῷ ἀνθρώπῳ ἢ ἐν ὀρέξει μὲν μὴ ἀποτυγχάνοντι, ἐν ἐκκλίσει δὲ μὴ περιπίπτοντι, τὴν μὲν ὄρεξιν ἦρκεν ἐξ αὑτοῦ εἰσάπαν καὶ ὑπερτέθειται, τῇ ἐκκλίσει δὲ πρὸς μόνα χρῆται τὰ προαιρετικά. τῶν γὰρ ἀπροαιρέτων ἄν τι ἐκκλίνῃ, οἶδεν ὅτι περιπεσεῖταί ποτέ τινι παρὰ τὴν ἔκκλισιν τὴν αὑτοῦ καὶ δυστυχήσει.

εἰ δ ἡ ἀρετὴ ταύτην ἔχει τὴν ἐπαγγελίαν εὐδαιμονίαν ποιῆσαι καὶ ἀπάθειαν καὶ εὔροιαν, πάντως καὶ ἡ προκοπὴ ἡ πρὸς αὐτὴν πρὸς ἕκαστον τούτων ἐστὶ προκοπή.

ἀεὶ γὰρ πρὸς ὃ ἂν ἡ τελειότης τινὸς καθάπαξ ἄγῃ, πρὸς αὐτὸ ἡ προκοπὴ συνεγγισμός ἐστιν.

Πῶς οὖν τὴν μὲν ἀρετὴν τοιοῦτόν τι ὁμολογοῦμεν, τὴν προκοπὴν δ ἐν ἄλλοις ζητοῦμεν καὶ ἐπιδείκνυμεν· τί ἔργον ἀρετῆς·

εὔροια.

τίς οὖν προκόπτει· ὁ πολλὰς Χρυσίππου συντάξεις ἀνεγνωκώς· μὴ γὰρ ἡ ἀρετὴ τοῦτ ἔστι Χρύσιππον νενοηκέναι·

εἰ γὰρ τοῦτ ἔστιν, ὁμολογουμένως ἡ προκοπὴ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ πολλὰ τῶν Χρυσίππου νοεῖν. νῦν δ ἄλλο μέν τι τὴν ἀρετὴν ἐπιφέρειν ὁμολογοῦμεν, ἄλλο[ν] δὲ τὸν συνεγγισμόν, τὴν προκοπὴν ἀποφαίνομεν.

"οὗτος", φησίν, "ἤδη καὶ δι αὑτοῦ δύναται Χρύσιππον ἀναγιγνώσκειν".

εὖ, νὴ τοὺς θεούς, προκόπτεις, ἄνθρωπε: ποίαν προκοπήν. "τί ἐμπαίζεις αὐτῷ·

τί δ ἀπάγεις αὐτὸν τῆς συναισθήσεως τῶν αὑτοῦ κακῶν· οὐ θέλεις δεῖξαι αὐτῷ τὸ ἔργον τῆς ἀρετῆς, ἵνα μάθῃ ποῦ τὴν προκοπὴν ζητῇ· ἐκεῖ ζήτησον αὐτήν, ταλαίπωρε, ὅπου σου τὸ ἔργον.

ποῦ δέ σου τὸ ἔργον· ἐν ὀρέξει καὶ ἐκκλίσει, ἵν ἀναπότευκτος ᾖς καὶ ἀπερίπτωτος, ἐν ὁρμαῖς καὶ ἀφορμαῖς, ἵν ἀναμάρτητος, ἐν προσθέσει καὶ ἐποχῇ, ἵν ἀνεξαπάτητος. πρῶτοι δ εἰσὶν οἱ πρῶτοι τόποι καὶ ἀναγκαιότατοι.

ἂν δὲ τρέμων καὶ πενθῶν ζητῇς ἀπερίπτωτος εἶναι, ἄρα πῶς προκόπτεις· Σὺ οὖν ἐνταῦθά μοι δεῖξόν σου τὴν προκοπήν. καθάπερ εἰ ἀθλητῇ διελεγόμην "δεῖξόν μοι τοὺς ὤμους", εἶτα ἔλεγεν ἐκεῖνος "ἴδε μου τοὺς ἁλτῆρας".

ὄψει σὺ καὶ οἱ ἁλτῆρες, ἐγὼ τὸ ἀποτέλεσμα τῶν ἁλτήρων ἰδεῖν βούλομαι. "λάβε τὴν περὶ ὁρμῆς σύνταξιν καὶ γνῶθι πῶς αὐτὴν ἀνέγνωκα.

" ἀνδράποδον, οὐ τοῦτο ζητῶ, ἀλλὰ πῶς ὁρμᾷς καὶ ἀφορμᾷς, πῶς ὀρέγῃ καὶ ἐκκλίνεις, πῶς ἐπιβάλλῃ καὶ προ[ς]τίθεσαι καὶ παρασκευάζῃ, πότερα συμφώνως τῇ φύσει ἢ ἀσυμφώνως. εἰ γὰρ συμφώνως, τοῦτό μοι δείκνυε καὶ ἐρῶ σοι ὅτι προκόπτεις:

εἰ δ ἀσυμφώνως, ἄπελθε καὶ μὴ μόνον ἐξηγοῦ τὰ βιβλία, ἀλλὰ καὶ γράφε αὐτὸς τοιαῦτα. καὶ τί σοι ὄφελος·

οὐκ οἶδας ὅτι ὅλον τὸ βιβλίον πέντε δηναρίων ἐστίν· ὁ οὖν ἐξηγούμενος αὐτὸ δοκεῖ ὅτι πλείονος ἄξιός ἐστιν ἢ πέντε δηναρίων· μηδέποτε οὖν ἀλλαχοῦ τὸ ἔργον ζητεῖτε, ἀλλαχοῦ τὴν προκοπήν.

Ποῦ οὖν προκοπή· εἴ τις ὑμῶν ἀποστὰς τῶν ἐκτὸς ἐπὶ τὴν προαίρεσιν ἐπέστραπται τὴν αὑτοῦ, ταύτην ἐξεργάζεσθαι καὶ ἐκπονεῖν, ὥστε σύμφωνον ἀποτελέσαι τῇ φύσει, ὑψηλὴν ἐλευθέραν ἀκώλυτον ἀνεμπόδιστον πιστὴν αἰδήμονα:

μεμάθηκέν τε, ὅτι ὁ τὰ μὴ ἐφ αὑτῷ ποθῶν ἢ φεύγων οὔτε πιστὸς εἶναι δύναται οὔτ ἐλεύθερος, ἀλλ ἀνάγκη μεταπίπτειν καὶ μεταρριπίζεσθαι ἅμα ἐκείνοις καὶ αὐτόν, ἀνάγκη δὲ καὶ ὑποτεταχέναι ἄλλοις ἑαυτόν, τοῖς ἐκεῖνα περιποιεῖν ἢ κωλύειν δυναμένοις:

καὶ λοιπὸν ἑώθεν ἀνιστάμενος ταῦτα τηρεῖ καὶ φυλάσσει, λούεται ὡς πιστός, ὡς αἰδήμων ἐσθίει, ὡσαύτως ἐπὶ τῆς ἀεὶ παραπιπτούσης ὕλης τὰ προηγούμενα ἐκπονῶν, ὡς ὁ δρομεὺς δρομικῶς καὶ ὁ φώνασκος φωνασκικῶς:

οὗτός ἐστιν ὁ προκόπτων ταῖς ἀληθείαις καὶ ὁ μὴ εἰκῇ ἀποδεδημηκὼς οὗτός ἐστιν.

εἰ δ ἐπὶ τὴν ἐν τοῖς βιβλίοις ἕξιν τέταται καὶ ταύτην ἐκπονεῖ καὶ ἐπὶ τοῦτο ἐκδεδήμηκε, λέγω αὐτῷ αὐτόθεν πορεύεσθαι εἰς οἶκον καὶ μὴ ἀμελεῖν τῶν ἐκεῖ:

τοῦτο γὰρ ἐφ ὃ ἀποδεδήμηκεν οὐδέν ἐστιν:

τί ἐστι θάνατος, τί φυγή, τί δεσμωτήριον, τί [νος]κώνειον, ἵνα δύνηται λέγειν ἐν τῇ φυλακῇ "ὦ φίλε Κρίτων, εἰ ταύτῃ τοῖς θεοῖς φίλον, ταύτῃ γινέσθω" καὶ μὴ ἐκεῖνα "τάλας ἐγώ, γέρων ἄνθρωπος, ἐπὶ ταῦτά μου τὰς πολιὰς ἐτήρησα" 3.

τίς λέγει ταῦτα· δοκεῖτε ὅτι ὑμῖν ἄδοξόν τινα ἐρῶ καὶ ταπεινόν·

Πρίαμος αὐτὰ οὐ λέγει· Οἰδίπους οὐ λέγει· ἀλλ ὁπόσοι βασιλεῖς λέγουσιν· τί γάρ εἰσιν ἄλλο τραγῳδίαι ἢ ἀνθρώπων πάθη τεθαυμακότων τὰ ἐκτὸς διὰ μέτρου τοιοῦδ ἐπιδεικνύμενα·

εἰ γὰρ ἐξαπατηθέντα τινὰ ἔδει μαθεῖν, ὅτι τῶν ἐκτὸς καὶ ἀπροαιρέτων οὐδέν ἐστι πρὸς ἡμᾶς, ἐγὼ μὲν ἤθελον τὴν ἀπάτην ταύτην, ἐξ ἧς ἤμελλον εὐρόως καὶ ἀταράχως βιώσεσθαι, ὑμεῖς δ ὄψεσθ αὐτοὶ τί θέλετε.

Τί οὖν ἡμῖν παρέχει Χρύσιππος· ἵνα γνῷς, φησίν, ὅτι οὐ ψευδῆ ταῦτά ἐστιν, ἐξ ὧν ἡ εὔροιά ἐστι καὶ ἀπάθεια ἀπαντᾷ, λάβε μου τὰ βιβλία καὶ γνώσῃ ὡς τε καὶ σύμφωνά ἐστι τῇ φύσει τὰ ἀπαθῆ με ποιοῦντα.

ὦ μεγάλης εὐτυχίας, ὦ μεγάλου εὐεργέτου τοῦ δεικνύοντος τὴν ὁδόν.

ὅτι τὰς ἡμέρους τροφὰς ἡμῖν ἔδωκεν, τῷ δὲ τὴν ἀλήθειαν εὑρόντι καὶ φωτίσαντι καὶ εἰς πάντας ἀνθρώπους ἐξενεγκόντι, οὐ τὴν περὶ τὸ ζῆν, ἀλλὰ τὴν πρὸς τὸ εὖ ζῆν, τίς ὑμῶν ἐπὶ τούτῳ βωμὸν ἱδρύσατο ἢ ναὸν ἢ ἄγαλμα ἀνέθηκεν ἢ τὸν θεὸν ἐπὶ τούτῳ προσκυνεῖ·

ἀλλ ὅτι μὲν ἄμπελον ἔδωκαν ἢ πυρούς, ἐπιθύομεν τούτου ἕνεκα, ὅτι δὲ τοιοῦτον ἐξήνεγκαν καρπὸν ἐν ἀνθρωπίνῃ διανοίᾳ, δι οὗ τὴν ἀλήθειαν τὴν περὶ εὐδαιμονίας δείξειν ἡμῖν ἤμελλον, τούτου δ ἕνεκα οὐκ εὐχαριστήσωμεν τῷ θεῷ·

상위

Works

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION