- 텍스트

Epictetus, Works, book 1, Πῶς ἄν τις σῴζοι τὸ κατὰ πρόσωπον ἐν παντί.?

(에픽테토스, Works, book 1, Πῶς ἄν τις σῴζοι τὸ κατὰ πρόσωπον ἐν παντί.)

Τῷ λογικῷ ζῴῳ μόνον ἀφόρητόν ἐστι τὸ ἄλογον, τὸ δ εὔλογον φορητόν. πληγαὶ οὐκ εἰσὶν ἀφόρητοι τῇ φύσει.

- Τίνα τρόπον· - Ὅρα πῶς: Λακεδαιμόνιοι μαστιγοῦνται μαθόντες ὅτι εὔλογόν ἐστιν. - Τὸ δ ἀπάγξασθαι οὐκ ἔστιν ἀφόρητον·

- Ὅταν γοῦν πάθῃ τις ὅτι εὔ λογον, ἀπελθὼν ἀπήγξατο. ἁπλῶς ἐὰν προσέχωμεν, ὑπ οὐδενὸς οὕτως εὑρήσομεν τὸ ζῷον θλιβόμενον ὡς ὑπὸ τοῦ ἀλόγου καὶ πάλιν ἐπ οὐδὲν οὕτως ἑλκόμενον ὡς ἐπὶ τὸ εὔλογον.

καθάπερ καὶ ἀγαθὸν καὶ κακὸν ἄλλο ἄλλῳ καὶ συμφέρον καὶ ἀσύμφορον.

διὰ τοῦτο μάλιστα παιδείας δεόμεθα, ὥστε μαθεῖν τοῦ εὐλόγου καὶ ἀλόγου πρόληψιν ταῖς ἐπὶ μέρους οὐσίαις ἐφαρμόζειν συμφώνως τῇ φύσει.

εἰς δὲ τὴν τοῦ εὐλόγου καὶ ἀλόγου κρίσιν οὐ μόνον ταῖς τῶν ἐκτὸς ἀξίαις συγχρώμεθα, ἀλλὰ καὶ τῶν κατὰ τὸ πρόσωπον ἑαυτοῦ ἕκαστος.

τῷ γάρ τινι εὔλογον τὸ ἀμίδα παρακρατεῖν αὐτὸ μόνον βλέποντι, ὅτι μὴ παρακρατήσας μὲν πληγὰς λήψεται καὶ τροφὰς οὐ λήψεται, παρακρατήσας δ οὐ πείσεταί τι τραχὺ ἢ ἀνιαρόν:

ἄλλῳ δέ τινι οὐ μόνον τὸ αὐτὸν παρακρατῆσαι ἀφόρητον δοκεῖ, ἀλλὰ καὶ τὸ ἄλλου παρακρατοῦντος ἀνασχέσθαι.

ἂν οὖν μου πυνθάνῃ "παρακρατήσω τὴν ἀμίδα ἢ μή·

, ἐρῶ σοι ὅτι μείζονα ἀξίαν ἔχει τὸ λαβεῖν τροφὰς τοῦ μὴ λαβεῖν καὶ μείζονα ἀπαξίαν τὸ δαρῆναι τοῦ μὴ δαρῆναι: ὥστ εἰ τούτοις παραμετρεῖς τὰ σαυτοῦ, ἀπελθὼν παρακράτει. "ἀλλ οὐκ ἂν κατ ἐμέ.

" τοῦτο σὲ δεῖ συνεισφέρειν εἰς τὴν σκέψιν, οὐκ ἐμέ. σὺ γὰρ εἶ ὁ σαυτὸν εἰδώς, πόσου ἄξιος εἶ σεαυτῷ καὶ πόσου σεαυτὸν πιπράσκεις: ἄλλοι γὰρ ἄλλων πιπράσκουσιν. εἰ καταβατέον αὐτῷ ἐστιν εἰς Νέρωνος θεωρίας, ὥστε καὶ αὐτόν τι λειτουργῆσαι, ἔφη " 3Κατάβηθι".

πυθομένου δ αὐτοῦ "Διὰ τί σὺ οὐ καταβαίνεις· 3.

ὁ γὰρ ἅπαξ εἰς τὴν περὶ τῶν τοιούτων σκέψιν καὶ τὰς τῶν ἐκτὸς ἀξίας συγκαθεὶς καὶ ψηφίζων ἐγγύς ἐστι τῶν ἐπιλελησμένων τοῦ ἰδίου προσώπου. τί γάρ μου πυνθάνῃ·

"θάνατος αἱρετώτερόν ἐστιν ἢ ζωή· λέγω ζωή. " 3πόνος ἢ ἡδονή· λέγω ἡδονή.

"ἀλλά, ἂν μὴ τραγῳδήσω, τραχηλοκοπηθήσομαι. " ἄπελθε τοίνυν καὶ τραγῴδει, ἐγὼ δ οὐ τραγῳδήσω. "διὰ τί·

ὅτι σὺ σεαυτὸν ἡγῇ μίαν τινὰ εἶναι κρόκην τῶν ἐκ τοῦ χιτῶνος. τί οὖν· σὲ ἔδει φροντίζειν πῶς ἀνόμοιος ᾖς τοῖς ἄλλοις ἀνθρώποις, ὥσπερ οὐδ ἡ κρόκη πρὸς τὰς ἄλλας κρόκας θέλει τι ἔχειν ἐξαίρετον. ἐγὼ δὲ πορφύρα εἶναι βούλομαι, τὸ ὀλίγον ἐκεῖνο καὶ στιλπνὸν καὶ τοῖς ἄλλοις αἴτιον τοῦ εὐπρεπῆ φαίνεσθαι καὶ καλά.

τί οὖν μοι λέγεις ὅτι "ἐξομοιώθητι τοῖς πολλοῖς"· καὶ πῶς ἔτι πορφύρα ἔσομαι· Ταῦτα εἶδεν καὶ Πρῖσκος Ἑλουίδιος καὶ ἰδὼν ἐποίησε. προσπέμψαντος αὐτῷ Οὐεσπασιανοῦ, ἵνα μὴ εἰσέλθῃ εἰς τὴν σύγκλητον, ἀπεκρίνατο "Ἐπὶ σοί ἐστι μὴ ἐᾶσαί με εἶναι συγκλητικόν:

μέχρι δὲ ἂν ὦ, δεῖ με εἰσέρχεσθαι" 3. "ἄγε ἀλλ εἰσελθών", φησίν, "σιώπησον". "μή μ ἐξέταζε καὶ σιωπήσω. " "ἀλλὰ δεῖ με ἐξετάσαι.

" "κἀμὲ εἰπεῖν τὸ φαινόμενον δίκαιον. " "ἀλλ ἐὰν εἴπῃς, ἀποκτενῶ σε.

" "πότε οὖν σοι εἶπον, ὅτι ἀθάνατός εἰμι· καὶ σὺ τὸ σὸν ποιήσεις κἀγὼ τὸ ἐμόν. σόν ἐστιν ἀποκτεῖναι, ἐμὸν ἀποθανεῖν μὴ τρέμοντα: σὸν φυγαδεῦσαι, ἐμὸν ἐξελθεῖν μὴ λυπούμενον. " τί οὖν ὠφέλησε Πρῖσκος εἷς ὤν·

τί δ ὠφελεῖ ἡ πορφύρα τὸ ἱμάτιον· τί γὰρ ἄλλο ἢ διαπρέπει ἐν αὐτῷ ὡς πορφύρα καὶ τοῖς ἄλλοις δὲ καλὸν παράδειγμα ἔκκειται· 3ἔχω χάριν, ὅτι μου φείδῃ".

τὸν τοιοῦτον οὐδ ἂν ἐκώλυεν εἰσελθεῖν, ἀλλ ᾔδει, ὅτι ἢ καθεδεῖται ὡς κεράμιον ἢ λέγων ἐρεῖ, ἃ οἶδεν ὅτι ὁ Καῖσαρ θέλει, καὶ προσεπισωρεύσει ἔτι πλείονα. Τοῦτον τὸν τρόπον καὶ ἀθλητής τις κινδυνεύων ἀποθανεῖν, εἰ μὴ ἀπεκόπη τὸ αἰδοῖον, ἐπελθόντος αὐτῷ τοῦ ἀδελφοῦ ἦν δ ἐκεῖνος φιλόσοφος καὶ εἰπόντος "ἄγε, ἀδελφέ, τί μέλλεις ποιεῖν·

ἀποκόπτομεν τοῦτο τὸ μέρος καὶ ἔτι εἰς γυμνάσιον προερχόμεθα· οὐχ ὑπέμεινεν, ἀλλ ἐγκαρτερήσας ἀπέθανεν. πυθομένου δέ τινος:

Πῶς τοῦτο ἐποίησεν· ὡς ἀθλητὴς ἢ ὡς φιλόσοφος· Ὡς ἀνήρ, ἔφη, ἀνὴρ δ Ὀλύμπια κεκηρυγμένος καὶ ἠγωνισμένος, ἐν τοιαύτῃ τινὶ χώρᾳ ἀνεστραμμένος, οὐχὶ παρὰ τῷ Βάτω νι ἀλειφόμενος. ἄλλος δὲ κἂν τὸν τράχηλον ἀπετμήθη, εἰ ζῆν ἠδύνατο δίχα τοῦ τραχήλου.

τοιοῦτόν ἐστι τὸ κατὰ πρόσωπον:

οὕτως ἰσχυρὸν παρὰ τοῖς εἰθισμένοις αὐτὸ συνεισφέρειν ἐξ αὐτῶν ἐν ταῖς σκέψεσιν. "ἄγε οὖν, Ἐπίκτητε, διαξύρησαι.

" ἂν ὦ φιλόσοφος, λέγω "οὐ διαξυρῶμαι". "ἀλλ ἀφελῶ σου τὸν τράχηλον. " εἰ σοὶ ἄμεινον, ἄφελε. Ἐπύθετό τις: Πόθεν οὖν αἰσθησόμεθα τοῦ κατὰ πρόσωπον ἕκαστος·

- Πόθεν δ ὁ ταῦρος, ἔφη, λέοντος ἐπελθόντος μόνος αἰσθάνεται τῆς αὑτοῦ παρασκευῆς καὶ προβέβληκεν ἑαυτὸν ὑπὲρ τῆς ἀγέλης πάσης· ἢ δῆλον ὅτι εὐθὺς ἅμα τῷ τὴν παρασκευὴν ἔχειν ἀπαντᾷ καὶ συναίσθησις αὐτῆς· καὶ ἡμῶν τοίνυν ὅστις ἂν ἔχῃ τοιαύτην παρασκευήν, οὐκ ἀγνοήσει αὐτήν.

ἄφνω δὲ ταῦρος οὐ γίνεται οὐδὲ γενναῖος ἄνθρωπος, ἀλλὰ δεῖ χειμασκῆσαι, παρασκευάσασθαι καὶ μὴ εἰκῇ προσπηδᾶν ἐπὶ τὰ μηδὲν προσήκοντα.

Μόνον σκέψαι, πόσου πωλεῖς τὴν σεαυτοῦ προαίρεσιν. ἄνθρωπε, εἰ μηδὲν ἄλλο, μὴ ὀλίγου αὐτὴν πωλήσῃς.

τὸ δὲ μέγα καὶ ἐξαίρετον ἄλλοις τάχα προσήκει, Σωκράτει καὶ τοῖς τοιούτοις. - Διὰ τί οὖν, εἰ πρὸς τοῦτο πεφύκαμεν, οὐ πάντες ἢ πολλοὶ γίνονται τοιοῦτοι·

- Ἵπποι γὰρ ὠκεῖς ἅπαντες γίνονται, κύνες γὰρ ἰχνευτικοὶ πάντες· τί οὖν·

ἐπειδὴ ἀφυής εἰμι, ἀποστῶ τῆς ἐπιμελείας τούτου ἕνεκα· μὴ γένοιτο.

Ἐπίκτητος κρείσσων Σωκράτους οὐκ ἔσται: εἰ δὲ μή, οὐ χείρων, τοῦτό μοι ἱκανόν ἐστιν. οὐδὲ γὰρ Μίλων ἔσομαι καὶ ὅμως οὐκ ἀμελῶ τοῦ σώματος:

οὐδὲ Κροῖσος καὶ ὅμως οὐκ ἀμελῶ τῆς κτήσεως: οὐδ ἁπλῶς ἄλλου τινὸς τῆς ἐπιμελείας διὰ τὴν ἀπόγνωσιν τῶν ἄκρων ἀφιστάμεθα.

상위

Works

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION