호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τότε δ οὖν ἀπὸ τοῦ κρατίστου ταῦτα βουλευσάμενος καὶ τὸν συνάρχοντα πείσας, ἐπειδὴ πολλάκις αὐτὸν ἐπὶ τὴν ἐκκλησίαν ἐκάλεσαν οἱ δήμαρχοι, παρελθὼν πολλοὺς καὶ φιλανθρώπους διεξῆλθε λόγους:? κεφάλαια δ αὐτοῦ τῆς δημηγορίας τοιάδε ἦν, ὅτι τὸ μὲν ἀποδειχθῆναι τοὺς νόμους καὶ παύσασθαι στασιάζοντας τοὺς πολίτας ὑπὲρ τῶν ἴσων αὐτῷ τε καὶ τῷ συνάρχοντι παντὸς μάλιστα δοκεῖ, καὶ ἀποφαίνονται γνώμην φανεράν: τοῦ δ ἀποδεῖξαι τοὺς νομοθέτας αὐτοὶ μὲν οὐδεμίαν ἔχουσιν ἐξουσίαν οὔπω παρειληφότες τὴν ἀρχήν, τοῖς δὲ περὶ Μενήνιον ὑπάτοις οὐχ ὅπως ἐναντιώσονται πράσσουσι τὰ δόξαντα τῇ βουλῇ, ἀλλὰ καὶ συνεργήσουσι καὶ πολλὴν εἴσονται χάριν. ἐὰν δ ἀναδύωνται σκῆψιν προβαλλόμενοι τὴν νέαν ἀρχήν, ὡς οὐκ ἐξὸν αὐτοῖς ἑτέρους ἄρχοντας ὑπατικὴν ἐξουσίαν παραληψομένους ἀποδεικνύειν ἡμῶν ἤδη κεκυρωμένων ὑπάτων, οὐδὲν ἐμποδὼν αὐτοῖς τὸ καθ ἑαυτοὺς ἔσεσθαι.
ἑκόντες γὰρ ἀποστήσεσθαι τῆς ὑπατείας τοῖς ἀνθ αὑτῶν αἱρεθησομένοις, ἐὰν καὶ τῇ βουλῇ ταῦτα δοκῇ.
ἐπαινοῦντος δὲ τοῦ δήμου καὶ τὴν προθυμίαν τῶν ἀνδρῶν καὶ πάντων κατὰ πλῆθος ἐπὶ τὸ συνέδριον ὠσαμένων, ἀναγκασθεὶς ὁ Σήστιος τὴν βουλὴν συναγαγεῖν μόνος, ἐπειδὴ ὁ Μενήνιος ἀδύνατος ἦν παρεῖναι διὰ τὴν νόσον, προὔθηκεν ὑπὲρ τῶν νόμων λέγειν. ἐλέχθησαν μὲν οὖν καὶ τότε πολλοὶ ὑπ ἀμφοτέρων λόγοι τῶν τε παραινούντων κατὰ νόμους πολιτεύεσθαι, καὶ τῶν ἀξιούντων τοὺς πατρίους φυλάττειν ἐθισμούς.
πρῶτος ἐρωτηθεὶς ἀπεφήνατο, ἄνδρας αἱρεθῆναι δέκα τοὺς ἐπιφανεστάτους ἐκ τῆς βουλῆς.
τούτους δ ἄρχειν εἰς ἐνιαυτὸν ἀφ ἧς ἂν ἀποδειχθῶσιν ἡμέρας, ἐξουσίαν ἔχοντας ὑπὲρ ἁπάντων τῶν κατὰ τὴν πόλιν ἣν εἶχον οἵ τε ὕπατοι καὶ ἔτι πρότερον οἱ βασιλεῖς, τάς τ ἄλλας ἀρχὰς πάσας καταλελύσθαι, τέως ἂν οἱ δέκα τύχωσι τῆς ἀρχῆς. τούτους δὲ τοὺς ἄνδρας ἔκ τε τῶν πατρίων ἐθῶν καὶ ἐκ τῶν Ἑλληνικῶν νόμων, οὓς ἐκόμισαν οἱ πρέσβεις, ἐκλεξαμένους τὰ κράτιστα καὶ τῇ Ῥωμαίων πόλει πρόσφορα νομοθετήσεσθαι. τὰ δὲ γραφέντα ὑπὸ τῶν δέκα ἀνδρῶν, ἐὰν ἥ τε βουλὴ δοκιμάσῃ καὶ ὁ δῆμος ἐπιψηφίσῃ, κύρια εἰς τὸν ἅπαντα εἶναι χρόνον, καὶ τὰς ἀρχάς, ὅσαι ἂν ὕστερον ἀποδειχθῶσι, κατὰ τούτους τοὺς νόμους τά τε ἰδιωτικὰ συμβόλαια διαιρεῖν καὶ τὰ δημόσια ἐπιτροπεύειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기