호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μνήμην δὲ αὐτῶν ποιοῦμαι τοῦ ἀναγκαίου ἕνεκεν, ἵν’ εἰδῆτε, ὅτι οὐ κολακείᾳ τοῦ δημοτικοῦ ἐπιτρέψασ ἐχθροῦ μοι ὄντοσ, ἀλλ’ ἀπὸ τοῦ βελτίστου τὰ συμφέροντα ἐρῶ. θαυμάσῃ δὲ μηθείσ, εἰ πρότερόν τε πολλάκισ καὶ ἡνίκα ὕπατοσ ἦν τῆσ ἑτέρασ προαιρέσεωσ γενόμενοσ νῦν ἐξαίφνησ μεταβέβλημαι· μηδὲ ὑπολάβητε δυεῖν θάτερον ἢ τότε βεβουλεῦσθαί με κακῶσ ἢ νῦν ἀνατίθεσθαι τὰ δόξαντα οὐκ ὀρθῶσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기