호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ δὲ μέχρις ἀγορᾶς ἐλθόντες ἐδήλωσαν τοῖς δημάρχοις τὰ γενόμενα, κἀκεῖνοι συναγαγόντες ἐκκλησίαν ἐκέλευον αὐτοὺς πρὸς ἅπαντας λέγειν.? ὄχλου δὲ πολλοῦ συναχθέντος παρελθὼν ὁ Σίκκιος τήν τε νίκην αὐτοῖς ἐδήλωσε καὶ τὸν τρόπον τοῦ ἀγῶνος ἐνεφάνισε, καὶ ὅτι παρὰ τὴν ἰδίαν ἀρετὴν καὶ τῶν σὺν αὐτῷ πρεσβυτέρων ἀνδρῶν ὀκτακοσίων, οὓς ἀποθανουμένους ἀπέστειλαν οἱ ὕπατοι, ὅ τε χάραξ ὁ τῶν Αἰκανῶν ἐλήφθη καὶ ἡ δύναμις ἡ παραταξαμένη τοῖς ὑπάτοις ἠναγκάσθη φυγεῖν:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기