호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ Γράγχοσ, ἐπειδὴ τοὺσ Ῥωμαίουσ προσιόντασ ἔμαθεν, ἀναστήσασ τὴν δύναμιν ἀπῆγε προσωτέρω, τῶν πολεμίων ἐκ ποδὸσ ἑπομένων, βουλόμενοσ αὐτοὺσ εἰσ τοιαῦτα προαγαγέσθαι χωρία, ἐν οἷσ πλεονεκτήσειν ἔμελλεν· ὅπερ καὶ συνέβη. φυλάξασ γὰρ αὐλῶνα περικλειόμενον ὄρεσιν, ὡσ ἐνέβαλον εἰσ τοῦτον οἱ Ῥωμαῖοι διώκοντεσ αὐτόν, ὑποστρέφει τε καὶ στρατοπεδεύεται κατὰ τὴν ἐκ τοῦ αὐλῶνοσ ἔξω φέρουσαν ὁδόν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기