호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῶν δ’ οἱ μὲν πλείουσ ἀπεληλύθεσαν ἤδη διηρπακότεσ τὴν πόλιν, ὀλίγοι δέ τινεσ ὑπέμενον φυλάττοντεσ τὴν ἄκραν· ἔστι δὲ σφόδρα ἐχυρὰ καὶ οὐ πολλῆσ δεομένη φυλακῆσ. τινὲσ μὲν οὖν φασι τοὺσ φρουροὺσ τῆσ ἄκρασ ἰδόντασ ἐξιοῦσαν ἐκ τῆσ Ῥώμησ τὴν στρατιάν ‐ εὐσύνοπτα γάρ ἐστιν ἐκ μετεώρου τὰ μεταξὺ χωρία πάντα ‐ ἑκόντασ ἐξελθεῖν, ἕτεροι δὲ ἐκπολιορκηθέντασ ὑπὸ τοῦ Φαβίου καθ’ ὁμολογίαν παραδοῦναι τὸ φρούριον, τοῖσ σώμασιν αὐτοῖσ ἄδειαν αἰτησαμένουσ καὶ ζυγὸν ὑποστάντασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기