호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δεινῶν, ἑώσ ἐπικαταραγεὶσ αὐτῷ πέτροσ ὑπερμεγέθησ ἐπιβαίνοντι τοῦ περιτειχίσματοσ ἅμα τήν τε νίκην αὐτὸν ἀφείλετο καὶ τὴν ψυχήν. ἁλισκομένων δὲ τῶν φρουρίων ὁ μὲν Ἑρδώνιοσ ‐ ἦν γὰρ καὶ ῥώμῃ σώματοσ διάφοροσ καὶ κατὰ χεῖρα γενναῖοσ ‐ ἄπιστόν τι χρῆμα περὶ αὑτὸν ποιήσασ νεκρῶν ὑπὸ πλήθουσ βελῶν ἀποθνήσκει, τῶν δὲ σὺν αὐτῷ τὰ φρούρια καταλαβομένων ὀλίγοι μέν τινεσ ζῶντεσ ἑάλωσαν, οἱ δὲ πλείουσ σφάττοντεσ ἑαυτοὺσ ἢ κατὰ τῶν κρημνῶν ὠθοῦντεσ διεφθάρησαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기