호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦσαν δὲ τῶν μὲν κάτωθεν ἐπὶ τὰ μετέωρα βαλλομένων βραδεῖαί τε καὶ ἀσθενεῖσ, εἰ καὶ τύχοιεν, ὥσπερ εἰκόσ, αἱ πληγαί· τῶν δ’ ἀφ’ ὕψουσ κάτω ῥιπτουμένων ὀξεῖαι καὶ καρτεραὶ συνεργούντων τοῖσ βλήμασι καὶ τῶν ἰδίων βαρῶν. οὐ μὴν ἔκαμνόν γε οἱ προσβάλλοντεσ τοῖσ ἐρύμασιν, ἀλλὰ διεκαρτέρουν ἀναγκοφαγοῦντεσ τὰ δεινὰ οὔτε ἡμέρασ οὔτε νυκτὸσ ἀναπαυόμενοι τῶν πόνων. τέλοσ δ’ οὖν ὑπολιπόντων τοὺσ πολιορκουμένουσ τῶν βελῶν καὶ τῶν σωμάτων ἐξαδυνατούντων τρίτῃ τὰ φρούρια ἐξεπολιόρκησαν ἡμέρᾳ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기