호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μέλλουσι δ’ οὖν, ὡσ πυνθανόμεθα, σκοταίαν φυλάξαντεσ νύκτα κοιμωμένοισ ἡμῖν ἐπιχειρεῖν, ἡνίκα οὔτε προιδεῖν τι τῶν γινομένων οὔτε φυλάξασθαι καθ’ ἓν γενόμενοι δυνάμεθα· ἐπιπεσόντεσ δὲ ταῖσ οἰκίαισ τούσ τε δημάρχουσ ἡμᾶσ κατασφάττειν καὶ τῶν δημοτῶν ἄλλουσ ἐναντιωθέντασ ποτὲ αὐτοῖσ περὶ ἐλευθερίασ ἢ τὸ λοιπὸν ἐναντιωσομένουσ. ὅταν δὲ ἡμᾶσ ἐκποδὼν ποιήσωνται, τότ’ ἤδη κατὰ πολλὴν ἀσφάλειαν ἡγοῦνται διαπράξασθαι παρ’ ὑμῶν τὰ λοιπὰ ἀναιρεθῆναι διὰ κοινοῦ ψηφίσματοσ τὰσ γενομένασ ὑμῖν πρὸσ τὸν δῆμον ὁμολογίασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기