호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅσα μὲν γὰρ ἐν οὐρανῷ σέλα φερόμενα καὶ πυρὸσ ἀνάψεισ ἐφ’ ἑνὸσ μένουσαι τόπου γῆσ τε μυκήματα καὶ τρόμοι συνεχεῖσ ἐγίνοντο, μορφαί τ’ εἰδώλων ἄλλοτ’ ἀλλοῖαι δἰ ἀέροσ φερόμεναι καὶ φωναὶ ταράττουσαι διάνοιαν ἀνθρώπων, καὶ πάντα ὅσα τούτοισ ὅμοια συνέπιπτεν, εὑρίσκετο καὶ πάλαι ποτὲ γεγονότα ἧττον τε καὶ μᾶλλον· οὗ δὲ ἄπειροί τε καὶ ἀνήκοοι ἔτι ἦσαν καὶ ἐφ’ ᾧ μάλιστα ἐταράχθησαν, τοιόνδ’ ἦν· νιφετὸσ ἐξ οὐρανοῦ κατέσκηψεν εἰσ γῆν πολὺσ οὐ χιόνα καταφέρων, ἀλλὰ σαρκῶν θραύσματα ἐλάττω τε καὶ μείζω.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기