호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀθηναίων δὲ βοηθησάντων τοῖσ Πεπαρηθίοισ, καὶ στρατηγὸν Λεωσθένην ἀπολιπόντων, ἐπέθετο τοῖσ Ἀθηναίοισ· ἐτύγχανον δ’ οὗτοι παραφυλάττοντεσ τοὺσ ἐν τῷ Πανόρμῳ διατρίβοντασ τῶν Ἀλεξάνδρου στρατιωτῶν. ἀπροσδοκήτωσ δὲ ἐπιθεμένων τῶν τοῦ δυνάστου, παράδοξοσ εὐημερία περὶ τὸν Ἀλέξανδρον ἐγένετο. οὐ μόνον γὰρ τοὺσ ἀπεσταλμένουσ ἐν τῷ Πανόρμῳ διέσωσεν ἐκ τῶν μεγίστων κινδύνων, ἀλλὰ καὶ τριήρεισ μὲν Ἀττικὰσ πέντε, μίαν δὲ Πεπαρηθίαν εἷλε, καὶ σωμάτων ἐκυρίευσεν ἑξακοσίων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기