호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κατὰ δὲ τὴν Πελοπόννησον τοῖσ Ἀρκάσι γενομένησ εἰρήνησ κοινῆσ μετὰ τὴν ἐν Μαντινείᾳ μάχην, ἐνιαυτὸν μόνον ἐμμείναντεσ τοῖσ ὁρ́κοισ πάλιν κατέστησαν τὸν πόλεμον. ἐν μὲν γὰρ τοῖσ ὁρ́κοισ ἦν γεγραμμένον ἑκάστουσ εἰσ τὴν ἑαυτῶν ἀπιέναι πατρίδα μετὰ τὴν μάχην, εἰσ δὲ τὴν Μεγάλην πόλιν ὑπῆρχον αἱ περιοικοῦσαι πόλεισ μετῳκισμέναι καὶ δυσχερῶσ φέρουσαι τὴν ἐκ τῆσ πατρίδοσ μετάστασιν. διόπερ αὐτῶν ἐπανελθόντων εἰσ τὰσ προγεγενημένασ πόλεισ, οἱ Μεγαλοπολῖται συνηνάγκαζον ἐκλιπεῖν τὰσ πατρίδασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기