호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετ ὀλίγον δὲ ὁ μὲν βασιλεὺς τῶν Περσῶν ἐτελεύτησεν ἄρξας ἔτη τρία πρὸς τοῖς τετταράκοντα, τὴν δὲ βασιλείαν διεδέξατο Ὦχος ὁ μετονομασθεὶς Ἀρταξέρξης, καὶ ἐβασίλευσεν ἔτη τρία πρὸς τοῖς εἴκοσι:? τοῦ γὰρ Ἀρταξέρξου καλῶς βεβασιλευκότος καὶ γενομένου παντελῶς εἰρηνικοῦ καὶ ἐπιτυχοῦς, τοὺς μετὰ τοῦτον βασιλεύοντας μετωνόμαζον καὶ τὴν τούτου προσηγορίαν ἔχειν προσέταττον. τοῦ δὲ βασιλέως Ταχὼ ἐπανελθόντος πρὸς τοὺς περὶ τὸν Ἀγησίλαον, Νεκτανεβὼς ἠθροικὼς στρατιώτας πλείους τῶν δέκα μυριάδων ἧκεν ἐπὶ τὸν Ταχώ, καὶ προεκαλεῖτο περὶ τῆς βασιλείας διαγωνίσασθαι.
ὁ μὲν οὖν Ἀγησίλαος ὁρῶν τὸν βασιλέα καταπεπληγμένον καὶ μὴ τολμῶντα διακινδυνεύειν, παρεκάλει θαρρεῖν: τῆς γὰρ νίκης τυγχάνειν οὐ τοὺς κατὰ τὸ πλῆθος προέχοντας, ἀλλὰ τοὺς κατὰ τὰς ἀνδραγαθίας πρωτεύοντας: οὐ προσέχοντος δ αὐτοῦ συνηναγκάσθη μετ αὐτοῦ ποιήσασθαι τὴν ἀναχώρησιν εἴς τινα πόλιν εὐμεγέθη. οἱ δ Αἰγύπτιοι τὸ πρῶτον ἐπολιόρκουν τοὺς συγκεκλεισμένους:
ἐπεὶ δὲ πολλοὺς ἐν ταῖς τειχομαχίαις ἀπέβαλον, τείχει καὶ τάφρῳ περιελάμβανον τὴν πόλιν. ταχὺ δὲ τῶν ἔργων συντελουμένων διὰ τὴν πολυχειρίαν, καὶ τῶν ἐπιτηδείων ἐξαναλωθέντων, ὁ μὲν Ταχὼς ἀπέγνω τὴν σωτηρίαν, ὁ δὲ Ἀγησίλαος παρακαλέσας τοὺς στρατιώτας, καὶ νυκτὸς ἐπιθέμενος τοῖς πολεμίοις, διέσωσεν ἅπαντας τοὺς στρατιώτας ἀνελπίστως. ἐπιδιωξάντων δὲ τῶν Αἰγυπτίων καὶ τῶν τόπων ὄντων πεδινῶν, οἱ μὲν Αἰγύπτιοι διέλαβον τῷ πλήθει κεκυκλῶσθαι τοὺς πολεμίους καὶ πάντας ἄρδην ἀναιρήσειν, ὁ δὲ Ἀγησίλαος καταλαβόμενος τόπον, ὃς εἶχεν ἐξ ἑκατέρου μέρους διώρυγα ποταμοῦ χειροποίητον, ὑπέμενε τὴν τῶν πολεμίων ἔφοδον.
ἐκτάξας δὲ τὴν δύναμιν οἰκείως τοῖς τόποις, καὶ τοῖς τοῦ ποταμοῦ ῥείθροις ὀχυρώσας τὴν στρατιάν, συνῆψε μάχην.
τοῦ δὲ πλήθους τοῖς Αἰγυπτίοις ἀχρήστου γενομένου, ταῖς ἀρεταῖς προέχοντες οἱ Ἕλληνες πολλοὺς μὲν ἀπέκτειναν τῶν Αἰγυπτίων, τοὺς δὲ λοιποὺς φεύγειν ἠνάγκασαν. μετὰ δὲ ταῦτα ὁ μὲν Ταχὼς ῥᾳδίως ἀνεκτήσατο τὴν κατ Αἴγυπτον βασιλείαν, ὁ δ Ἀγησίλαος ὡς μόνος κατωρθωκὼς τὴν βασιλείαν ἐτιμήθη προσηκούσαις δωρεαῖς.
ἐπανιὼν δὲ εἰς τὴν πατρίδα διὰ Κυρήνης ἐτελεύτησε, καὶ τοῦ σώματος ἐν μέλιτι κομισθέντος εἰς τὴν Σπάρτην ἔτυχε τῆς βασιλικῆς ταφῆς τε καὶ τιμῆς. καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν μέχρι τούτων προέβη κατὰ τοῦτον τὸν ἐνιαυτόν. κατὰ δὲ τὴν Πελοπόννησον τοῖς Ἀρκάσι γενομένης εἰρήνης κοινῆς μετὰ τὴν ἐν Μαντινείᾳ μάχην, ἐνιαυτὸν μόνον ἐμμείναντες τοῖς ὁρ´κοις πάλιν κατέστησαν τὸν πόλεμον.
ἐν μὲν γὰρ τοῖς ὁρ´κοις ἦν γεγραμμένον ἑκάστους εἰς τὴν ἑαυτῶν ἀπιέναι πατρίδα μετὰ τὴν μάχην, εἰς δὲ τὴν Μεγάλην πόλιν ὑπῆρχον αἱ περιοικοῦσαι πόλεις μετῳκισμέναι καὶ δυσχερῶς φέρουσαι τὴν ἐκ τῆς πατρίδος μετάστασιν. διόπερ αὐτῶν ἐπανελθόντων εἰς τὰς προγεγενημένας πόλεις, οἱ Μεγαλοπολῖται συνηνάγκαζον ἐκλιπεῖν τὰς πατρίδας. διὰ δὲ ταύτην τὴν αἰτίαν γενομένης διαφορᾶς, οἱ μὲν ἐκ τῶν πολισμάτων ἠξίουν αὐτοῖς βοηθεῖν Μαντινεῖς καὶ τῶν ἄλλων Ἀρκάδων τινάς, ἔτι δὲ Ἠλείους καὶ τοὺς ἄλλους τοὺς μετεσχηκότας τοῖς Μαντινεῦσι συμμαχίας:
οἱ δὲ Μεγαλοπολῖται τοὺς Θηβαίους παρεκάλουν συμμαχεῖν. οἷς ἀπέστειλαν συντόμως ὁπλίτας μὲν τρισχιλίους, ἱππεῖς δὲ τριακοσίους, ὧν τὴν στρατηγίαν εἶχε Παμμένης. οὗτος δὲ παρελθὼν εἰς Μεγάλην πόλιν, καὶ τῶν πολισμάτων ἃ μὲν ἐκπορθήσας, ἃ δὲ καταπληξάμενος, συνηνάγκασεν εἰς τὴν Μεγάλην πόλιν μετοικῆσαι.
καὶ τὰ μὲν περὶ τὸν συνοικισμὸν τῶν πόλεων ἐπὶ τοσοῦτο ταραχῆς ἐλθόντα ἔτυχεν ἐνδεχομένης καταστολῆς. τῶν δὲ συγγραφέων Ἀθάνας ὁ Συρακόσιος τῶν περὶ Δίωνα πράξεων ἐντεῦθεν ἀρξάμενος ἔγραψε μὲν βύβλους τρισκαίδεκα, προανέλαβε δὲ τὸν ἄγραφον χρόνον ἐτῶν ἑπτὰ ἀπὸ τῆς Φιλίστου συντάξεως ἐν μιᾷ βύβλῳ, καὶ διελθὼν τὰς πράξεις ἐν κεφαλαίοις συνεχῆ τὴν ἱστορίαν ἐποίησεν.
ἐπ ἄρχοντος δ Ἀθήνησι Νικοφήμου τὴν ὑπατικὴν ἀρχὴν ἐν Ῥώμῃ διέλαβε Γάιος Σολπίκιος καὶ Γάιος Λικίνιος.
ἐπὶ δὲ τούτων Ἀλέξανδρος μὲν ὁ Φερῶν τύραννος λῃστρίδας ναῦς ἐκπέμψας ἐπὶ τὰς Κυκλάδας νήσους, τινὰς μὲν ἐκπολιορκήσας πολλῶν σωμάτων ἐκυρίευσεν, εἰς δὲ τὴν Πεπάρηθον ἀποβιβάσας μισθοφόρους στρατιώτας ἐπολιόρκει τὴν πόλιν. Ἀθηναίων δὲ βοηθησάντων τοῖς Πεπαρηθίοις, καὶ στρατηγὸν Λεωσθένην ἀπολιπόντων, ἐπέθετο τοῖς Ἀθηναίοις:
ἐτύγχανον δ οὗτοι παραφυλάττοντες τοὺς ἐν τῷ Πανόρμῳ διατρίβοντας τῶν Ἀλεξάνδρου στρατιωτῶν. ἀπροσδοκήτως δὲ ἐπιθεμένων τῶν τοῦ δυνάστου, παράδοξος εὐημερία περὶ τὸν Ἀλέξανδρον ἐγένετο. οὐ μόνον γὰρ τοὺς ἀπεσταλμένους ἐν τῷ Πανόρμῳ διέσωσεν ἐκ τῶν μεγίστων κινδύνων, ἀλλὰ καὶ τριήρεις μὲν Ἀττικὰς πέντε, μίαν δὲ Πεπαρηθίαν εἷλε, καὶ σωμάτων ἐκυρίευσεν ἑξακοσίων. οἱ δ Ἀθηναῖοι παροξυνθέντες τοῦ μὲν Λεωσθένους ὡς προδότου θάνατον κατέγνωσαν καὶ τὴν οὐσίαν ἐδήμευσαν, ἑλόμενοι δὲ στρατηγὸν Χάρητα καὶ ναυτικὴν δύναμιν δόντες ἐξέπεμψαν.
οὗτος δὲ τοὺς μὲν πολεμίους εὐλαβούμενος, τοὺς δὲ συμμάχους ἀδικῶν διετέλει. καταπλεύσας γὰρ εἰς Κόρκυραν συμμαχίδα πόλιν, στάσεις ἐν αὐτῇ μεγάλας ἐκίνησεν, ἐξ ὧν συνέπεσε γενέσθαι σφαγὰς πολλὰς καὶ ἁρπαγάς, δι ἃς συνέβη τὸν δῆμον τῶν Ἀθηναίων διαβληθῆναι παρὰ τοῖς συμμάχοις. ὁ μὲν οὖν Χάρης καὶ ἕτερα τοιαῦτα παρανομῶν ἀγαθὸν μὲν οὐδὲν διεπράξατο, τῇ δὲ πατρίδι διαβολάς. τῶν δὲ συγγραφέων Διονυσόδωρος καὶ Ἄναξις οἱ Βοιωτοὶ τὴν τῶν Ἑλληνικῶν ἱστορίαν εἰς τοῦτον τὸν ἐνιαυτὸν κατεστρόφασι τὰς συντάξεις.
ἡμεῖς δὲ τὰς πρὸ Φιλίππου τοῦ βασιλέως πράξεις διεληλυθότες, ταύτην μὲν τὴν βύβλον κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν αὐτοῦ περιγράφομεν, τὴν δ ἐχομένην ἀπὸ τῆς Φιλίππου παραλήψεως τῆς βασιλείας ἀρξάμενοι πάσας διέξιμεν τὰς τοῦ βασιλέως τούτου πράξεις μέχρι τῆς τελευτῆς, συμπεριλαμβάνοντες καὶ τὰς ἄλλας τὰς γεγενημένας ἐν τοῖς γνωριζομένοις μέρεσι τῆς οἰκουμένης.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기