호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῇ δ’ ὑστεραίᾳ πολλὴν διανύσασ ὁδὸν ἄφνω τοῖσ Μαντινεῦσιν ἀνελπίστωσ ἐπέρραξεν, οὐ μὴν ἐκράτησε τῆσ ἐπιβολῆσ, καίπερ ἅπαντα τῇ στρατηγίᾳ προνοησάμενοσ, ἀλλὰ τὴν τύχην λαβὼν ἀντιπράττουσαν παραδόξωσ ἀπέβαλε τὴν νίκην. ἄρτι γὰρ αὐτοῦ πλησιάζοντοσ ἐρήμῳ τῇ πόλει κατήντησαν ἐπὶ θάτερα τῆσ Μαντινείασ οἱ πεμφθέντεσ ὑπὸ τῶν Ἀθηναίων στρατιῶται πρὸσ τὴν συμμαχίαν, ὄντεσ ἑξακισχίλιοι, στρατηγὸν δ’ ἔχοντεσ Ἡγησίλεων, ἄνδρα τότε παρὰ τοῖσ πολίταισ ἐπαινουμένον. οὗτοσ δὲ τοὺσ ἱκανοὺσ εἰσ τὴν πόλιν παρεισαγαγών, τὴν ἄλλην δύναμιν ἐξέταξεν ὡσ μάχῃ διακριθησόμενοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기