호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ μὲν οὖν συστησάμενοι τὴν πρᾶξιν μετανοήσαντεσ ἐδήλωσαν τοῖσ βοιωτάρχαισ τὴν ἐπίθεσιν, προδόντεσ τοὺσ συνομόσαντασ, καὶ διὰ τῆσ εὐεργεσίασ ταύτησ ἑαυτοῖσ ἐπορίσαντο τὴν σωτηρίαν. τῶν δ’ ἀρχόντων συλλαβόντων τοὺσ τῶν Ὀρχομενίων ἱππεῖσ καὶ παραγαγόν ων εἰσ τὴν ἐκκλησίαν, ὁ δῆμοσ ἐψηφίσατο τούτουσ μὲν ἀποσφάξαι, τοὺσ δ’ Ὀρχομενίουσ ἐξανδραποδίσασθαι καὶ τὴν πόλιν κατασκάψαι. ἐκ παλαιῶν γὰρ χρόνων οἱ Θηβαῖοι πρὸσ τούτουσ ἀλλοτρίωσ διέκειντο, δασμοφοροῦντεσ μὲν τοῖσ Μινύαισ ἐν τοῖσ ἡρωικοῖσ χρόνοισ, ὕστερον δ’ ὑφ’ Ἡρακλέουσ ἐλευθερωθέντεσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기