호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
διὸ καὶ παροξυνθέντεσ οἱ Ἀρκάδεσ τὸ μὲν πρῶτον πρέσβεισ ἐξαποστείλαντεσ ἀπῄτουν τὸ χωρίον· ὡσ δ’ οὐδεὶσ αὐτοῖσ προσεῖχε, μετεπέμψαντο παρ’ Ἀθηναίων συμμαχίαν καὶ μετὰ ταύτησ ἐστράτευσαν ἐπὶ τὸν Λασίωνα. τῶν δὲ Ἠλείων βοηθησάντων τοῖσ φυγάσιν ἐγένετο μάχη πλησίον τοῦ Λασίωνοσ, καὶ τῶν Ἀρκάδων πολλαπλασίων ὄντων ἡττήθησαν Ἠλεῖοι καὶ πλείουσ τῶν διακοσίων στρατιωτῶν ἀπέβαλον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기