호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπ ἄρχοντος δ Ἀθήνησι Ναυσιγένους ἐν Ῥώμῃ χιλίαρχοι κατεστάθησαν ἀντὶ τῶν ὑπάτων τέτταρες, Λεύκιος Παπίριος, Λεύκιος Μενήνιος, Σερούιος Κορνήλιος, Σερούιος Σολπίκιος, παρὰ δὲ Ἠλείοις Ὀλυμπιὰς ἤχθη τρίτη πρὸς ταῖς ἑκατόν, καθ ἣν ἐνίκα στάδιον Πυθόστρατος Ἀθηναῖος.? ἐπὶ δὲ τούτων Πτολεμαῖος ὁ Ἀλωρίτης ὁ Ἀμύντου υἱὸς ἐδολοφόνησεν Ἀλέξανδρον τὸν ἀδελφόν, καὶ ἐβασίλευσε τῆς Μακεδονίας ἔτη τρία. κατὰ δὲ τὴν Βοιωτίαν Πελοπίδας ἐφάμιλλος ὢν τῷ Ἐπαμεινώνδᾳ τῇ κατὰ πόλεμον δόξῃ, καὶ θεωρῶν ἐκεῖνον τὰ περὶ τὴν Πελοπόννησον συμφερόντως κατεσκευακότα τοῖς Βοιωτοῖς, ἔσπευδε τὰ ἐκτὸς Πελοποννήσου δι αὑτοῦ προσάγεσθαι τοῖς Θηβαίοις.
παραλαβὼν δὲ Ἰσμηνίαν, ἄνδρα φίλον μὲν ἑαυτοῦ, θαυμαζόμενον δ ἐπ ἀρετῇ, παρῆλθεν εἰς Θετταλίαν. καταντήσας δὲ πρὸς Ἀλέξανδρον τὸν Φερῶν τύραννον, ἀλόγως συνελήφθη μετὰ Ἰσμηνίου καὶ εἰς φυλακὴν παρεδόθη. Θηβαίων δ ἐπὶ τοῖς πραχθεῖσι παροξυνθέντων, καὶ ταχέως εἰς τὴν Θετταλίαν ἐκπεμψάντων ὁπλίτας μὲν ὀκτακισχιλίους, ἱππεῖς δ ἑξακοσίους, φοβηθεὶς Ἀλέξανδρος ἐξέπεμψε πρεσβευτὰς εἰς τὰς Ἀθήνας περὶ συμμαχίας.
ᾧ παραχρῆμα ὁ δῆμος ἐξέπεμψε ναῦς μὲν τριάκοντα, στρατιώτας δὲ χιλίους, ὧν ἦν στρατηγὸς Αὐτοκλῆς. ἐν ὅσῳ δ οὗτος περιέπλει τὴν Εὔβοιαν, Θηβαῖοι κατήντησαν εἰς Θετταλίαν.
τοῦ δ Ἀλεξάνδρου πεζὴν δύναμιν ἠθροικότος καὶ ἱππεῖς πολλαπλασίους ἔχοντος τῶν Βοιωτῶν, τὸ μὲν πρῶτον οἱ Βοιωτοὶ διὰ μάχης ἔκρινον λῦσαι τὸν πόλεμον, συνεργοὺς ἔχοντες τοὺς Θετταλούς: ὡς δ οὗτοι μὲν αὐτοὺς ἐγκατέλιπον, Ἀθηναῖοι δὲ καί τινες ἄλλοι σύμμαχοι παρεγένοντο τῷ Ἀλεξάνδρῳ, τὰ δὲ σῖτα καὶ ποτὰ καὶ τἄλλα πάντα ἐπέλειπε τοῖς Βοιωτοῖς, ἔγνωσαν οἱ βοιωτάρχαι τὴν εἰς οἶκον ἐπάνοδον ποιεῖσθαι. ἀναζευξάντων δ αὐτῶν, καὶ τῆς πορείας οὔσης διὰ χώρας πεδιάδος, Ἀλέξανδρος ἐπηκολούθει πολλοῖς ἱππεῦσι καὶ τοῖς ἐπὶ τῆς οὐραγίας ἐπέθετο.
τῶν δὲ Βοιωτῶν οἱ μὲν κατακοντιζόμενοι συνεχῶς ἀπέθνησκον, οἱ δὲ τραύμασι περιέπιπτον, τέλος δ οὔτε μένειν οὔτε προάγειν ἐώμενοι εἰς πολλὴν ἀμηχανίαν ἐνέπιπτον, ἅτε δὴ καὶ τῶν ἐπιτηδείων σπανιζόντων. ἤδη δ αὐτῶν τὴν σωτηρίαν ἀπογινωσκόντων, Ἐπαμεινώνδας ἰδιωτεύων κατ ἐκεῖνον τὸν χρόνον ὑπὸ τῶν στρατιωτῶν κατεστάθη στρατηγός.
εὐθὺς δὲ διαλέξας τούς τε ψιλοὺς καὶ τοὺς ἱππεῖς, τούτους μὲν αὐτὸς ἀνέλαβε, καὶ ταχθεὶς ἐπὶ τῆς οὐραγίας διὰ τούτων ἀνέστελλε τοὺς ἐπακολουθοῦντας πολεμίους καὶ πολλὴν ἀσφάλειαν παρείχετο τοῖς προηγουμένοις ὁπλίταις, ποιούμενος δὲ μάχας ἐξ ὑποστροφῆς καὶ τάξει φιλοτέχνῳ χρώμενος διέσωσε τὸ στρατόπεδον. αἰεὶ δὲ μᾶλλον διὰ τῶν κατορθωμάτων αὔξων τὴν ἰδίαν εὐδοξίαν μεγάλης ἀποδοχῆς ἐτύγχανε παρά τε τοῖς πολίταις καὶ τοῖς συμμάχοις.
οἱ δὲ Θηβαῖοι τοὺς τότε βοιωταρχήσαντας καταδικάσαντες, πολλοῖς χρήμασιν ἐζημίωσαν. ἐπιζητουμένης δὲ τῆς αἰτίας, πῶς ὁ τοιοῦτος ἀνὴρ ἰδιώτης ὢν ἐστρατεύετο μετὰ τῶν εἰς Θετταλίαν ἀποσταλέντων, ἀποδοτέον τὸν οἰκεῖον λόγον τῆς ἀπολογίας.
τῇ μάχῃ τῇ περὶ Κόρινθον Ἐπαμεινώνδας διακόψας τὴν ἐπὶ τοῦ προτειχίσματος φυλακὴν τῶν Λακεδαιμονίων, καὶ δυνάμενος πολλοὺς ἀνελεῖν τῶν πολεμίων, ἠρκέσθη τῷ προτερήματι καὶ τῆς ἐπὶ πλεῖον μάχης ἀπέστη. γενομένης δὲ περὶ αὐτὸν ἱκανῆς ὑποψίας ὡς πεφεισμένου τῶν Λακεδαιμονίων ἰδίας ἕνεκα χάριτος, οἱ φθονοῦντες αὐτοῦ τῇ δόξῃ καιρὸν ἔλαβον εὐλόγου διαβολῆς.
ἐπενεγκάντων οὖν αὐτῷ προδοσίας ἔγκλημα, τὸ πλῆθος παροξυνθὲν ἀπέστησεν αὐτὸν τῆς βοιωταρχίας, καὶ ἰδιώτην ποιῆσαν ἐξαπέστειλε μετὰ τῶν ἄλλων. ὡς δὲ ἀπὸ τῶν ἀποτελεσμάτων ἐξήλειψε τὰς καθ ἑαυτοῦ διαβολάς, τότε ὁ δῆμος ἀποκατέστησεν αὐτὸν εἰς τὴν προγεγενημένην εὐδοξίαν. μετ ὀλίγον δὲ χρόνον Λακεδαιμονίοις πρὸς Ἀρκάδας ἐγένετο μεγάλη μάχη, ἐν ᾗ ἐνίκησαν Λακεδαιμόνιοι ἐπιφανῶς.
μετὰ γὰρ τὴν ἐν Λεύκτροις ἧτταν τοῦτο πρῶτον αὐτοῖς παράδοξον εὐτύχημα ἐγένετο: ἔπεσον γὰρ Ἀρκάδων μὲν ὑπὲρ τοὺς μυρίους, Λακεδαιμονίων δ οὐδείς. προεῖπον δ αὐτοῖς αἱ Δωδωνίδες ἱέρειαι, διότι πόλεμος οὗτος Λακεδαιμονίοις ἄδακρυς ἔσται. μετὰ δὲ τὴν μάχην οἱ Ἀρκάδες, φοβηθέντες τὰς τῶν Λακεδαιμονίων εἰσβολάς, ἔκτισαν ἐπί τινος ἐπικαίρου τόπου τὴν ὀνομαζομένην Μεγάλην πόλιν, συρρίψαντες εἰς αὐτὴν κώμας εἴκοσι τῶν ὀνομαζομένων Μαιναλίων καὶ Παρρασίων Ἀρκάδων.
καὶ τὰ μὲν κατὰ τοὺς Ἕλληνας ἐν τούτοις ἦν. κατὰ δὲ τὴν Σικελίαν Διονύσιος ὁ τύραννος ἔχων δυνάμεις ἀξιολόγους, καὶ τοὺς Καρχηδονίους ὁρῶν οὐκ εὖ διακειμένους πρὸς τὸν πόλεμον διά τε τὴν γεγενημένην παρ αὐτοῖς λοιμικὴν νόσον καὶ τὴν ἀπόστασιν τῶν Λιβύων, ἔγνω στρατεύειν ἐπ αὐτούς.
οὐκ ἔχων δὲ πρόφασιν ἀξιόλογον τῆς διαφορᾶς, προσεποιήθη τοὺς κατὰ τὴν ἐπικράτειαν Φοίνικας ἐπιβεβηκέναι τῆς ὑπ αὐτὸν χώρας. παρασκευασάμενος οὖν πεζοὺς μὲν τρισμυρίους, ἱππεῖς δὲ τρισχιλίους, τριήρεις δὲ τριακοσίας καὶ τὴν ἁρμόζουσαν τῇ δυνάμει ταύτῃ παρασκευήν, ἐνέβαλεν εἰς τὴν ὑπὸ Καρχηδονίους χώραν.
καὶ Σελινοῦντα μὲν καὶ Ἔντελλαν εὐθὺς προσηγάγετο, καὶ τὴν χώραν πᾶσαν πορθήσας καὶ τῆς πόλεως τῶν Ἐρυκίνων ἐγκρατὴς γενόμενος ἐπολιόρκησε Λιλύβαιον: πολλῶν δ ὄντων ἐν αὐτῷ στρατιωτῶν τὴν πολιορκίαν ἔλυσεν. ἀκούσας δὲ τὰ νεώρια τῶν Καρχηδονίων ἐμπεπρῆσθαι, καὶ δόξας πάντα τὸν στόλον αὐτῶν διεφθάρθαι, κατεφρόνησε, καὶ τῶν ἰδίων τριήρων ἑκατὸν μὲν καὶ τριάκοντα τὰς ἀρίστας ἀπέστειλεν εἰς τὸν τῶν Ἐρυκίνων λιμένα, τὰς δ ἄλλας ἁπάσας ἐξέπεμψεν εἰς τὰς Συρακούσας.
οἱ δὲ Καρχηδόνιοι παραδόξως διακοσίας ναῦς πληρώσαντες ἐπέπλευσαν ταῖς ὁρμούσαις ἐν τῷ λιμένι τῶν Ἐρυκίνων:
ἀνελπίστου δὲ τῆς ἐπιθέσεως γενομένης ἀπήγαγον τῶν τριήρων τὰς πλείστας. μετὰ δὲ ταῦτα τοῦ χειμῶνος ἐνστάντος ἀνοχὰς ποιησάμενοι διεχωρίσθησαν εἰς τὰς οἰκείας ἑκάτεροι πόλεις. μετ ὀλίγον δὲ χρόνον Διονύσιος εἰς ἀρρωστίαν ἐμπεσὼν ἐτελεύτησε, δυναστεύσας ἔτη τριάκοντα καὶ ὀκτώ:
τὴν δὲ ἀρχὴν διαδεξάμενος ὁ υἱὸς Διονύσιος ἐτυράννευσεν ἔτη δώδεκα.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기