호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ δὲ ταῦτα Τηλέκλου τοῦ βασιλέωσ τῶν Λακεδαιμονίων ἀποθανόντοσ ἐν ἀγῶνι κατεπολεμήθησαν ὑπὸ Λακεδαιμονίων οἱ Μεσσήνιοι. τοῦτον δὲ τὸν πόλεμον εἰκοσαετῆ φασι γενέσθαι, κατομοσαμένων τῶν Λακεδαιμονίων μὴ ἀνακάμψειν εἰσ τὴν Σπάρτην, ἐὰν μὴ Μεσσήνην ἕλωσιν. τότε δὲ συνέβη τοὺσ παρθενίασ ὀνομασθέντασ γεννηθῆναι καὶ κτίσαι τὴν τῶν Ταραντίνων πόλιν. ὕστερον δὲ δουλευόντων Μεσσηνίων τοῖσ Λακεδαιμονίοισ, Ἀριστομένησ ἔπεισε τοὺσ Μεσσηνίουσ ἀποστῆναι τῶν Σπαρτιατῶν, καὶ πολλὰ κακὰ διειργάσατο τοὺσ Σπαρτιάτασ, ὅτε καὶ Τυρταῖοσ ὁ ποιητὴσ ὑπὸ Ἀθηναίων ἡγεμὼν ἐδόθη τοῖσ Σπαρτιάταισ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기