- 텍스트

Diodorus Siculus, Library, book xv, chapter 62

(디오도로스 시켈로스, Library, book xv, chapter 62)

κατὰ δὲ τὴν Πελοπόννησον Λακεδαιμόνιοι μὲν Πολύτροπον στρατηγὸν ἐξέπεμψαν εἰς τὴν Ἀρκαδίαν, ἔχοντα πολιτικοὺς μὲν ὁπλίτας χιλίους, φυγάδας δ Ἀργείων καὶ Βοιωτῶν πεντακοσίους.? οὗτος δὲ παρελθὼν εἰς Ὀρχομενὸν τὸν Ἀρκαδικὸν παρεφύλαττε τὴν πόλιν ταύτην, οἰκείως διακειμένην πρὸς τοὺς Σπαρτιάτας. Λυκομήδης δ ὁ Μαντινεύς, στρατηγὸς ὢν τῶν Ἀρκάδων, παραλαβὼν τοὺς καλουμένους ἐπιλέκτους, ὄντας πεντακισχιλίους, ἧκεν ἐπὶ τὸν Ὀρχομενόν.

προαγαγόντων δὲ τὴν δύναμιν Λακεδαιμονίων ἐκ τῆς πόλεως ἐγένετο μάχη καρτερά, καθ ἣν ὅ τε στρατηγὸς τῶν Λακεδαιμονίων ἀνῃρέθη καὶ τῶν ἄλλων εἰς διακοσίους: οἱ δὲ λοιποὶ συνεδιώχθησαν εἰς τὴν πόλιν. οἱ δὲ Ἀρκάδες, καίπερ νενικηκότες, ὅμως εὐλαβοῦντο τὸ βάρος τῆς Σπάρτης, καὶ καθ αὑτοὺς οὐχ ὑπέλαβον δυνήσεσθαι τοῖς Λακεδαιμονίοις διαπολεμεῖν.

διὸ καὶ παραλαβόντες Ἀργείους τε καὶ Ἠλείους, τὸ μὲν πρῶτον πρέσβεις ἀπέστειλαν εἰς τὰς Ἀθήνας, ἀξιοῦντες συμμαχίαν ποιήσασθαι κατὰ τῶν Σπαρτιατῶν, ὡς δ οὐδεὶς αὐτοῖς προσεῖχε, διαπρεσβευσάμενοι πρὸς τοὺς Θηβαίους ἔπεισαν αὐτοὺς συμμαχίαν συνθέσθαι κατὰ τῶν Λακεδαιμονίων. εὐθὺς οὖν οἱ Βοιωτοὶ τὴν δύναμιν ἐξῆγον, προσλαβόμενοι συμμάχους Λοκρούς τε καὶ Φωκεῖς.

οὗτοι μὲν οὖν προῆγον ἐπὶ τὴν Πελοπόννησον, βοιωταρχούντων Ἐπαμεινώνδου καὶ Πελοπίδου: τούτοις γὰρ οἱ ἄλλοι βοιωτάρχαι παρεκεχωρήκεισαν ἑκουσίως τῆς στρατηγίας διά τε τὴν σύνεσιν καὶ τὴν ἀνδρείαν τῶν ἀνδρῶν. ὡς δὲ κατήντησαν ἐπὶ τὴν Ἀρκαδίαν, ἧκον πρὸς αὐτοὺς πανδημεὶ οἵ τε Ἀρκάδες καὶ Ἠλεῖοι καὶ Ἀργεῖοι καὶ οἱ ἄλλοι σύμμαχοι πάντες.

ἀθροισθέντων δὲ πλειόνων ἢ πεντακισμυρίων, οἱ μὲν ἡγεμόνες αὐτῶν συνεδρεύσαντες ἔγνωσαν ἐπ αὐτὴν βαδίζειν τὴν Σπάρτην καὶ πᾶσαν τὴν Λακωνικὴν πορθῆσαι.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION