호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ Κλεόμβροτος πυθόμενος τοὺς πολεμίους προκατειληφέναι τὰς παρόδους, τὸ μὲν ταύτῃ ποιεῖσθαι τὴν διέξοδον ἀπέγνω, πορευθεὶς δὲ διὰ τῆς Φωκίδος, καὶ διεξελθὼν τὴν παραθαλαττίαν ὁδὸν χαλεπὴν οὖσαν, ἐνέβαλεν εἰς τὴν Βοιωτίαν ἀκινδύνως:? ἐν παρόδῳ δέ τινα τῶν πολισματίων χειρωσάμενος δέκα τριήρων ἐγκρατὴς ἐγένετο. μετὰ δὲ ταῦτα καταντήσας εἰς τὰ καλούμενα Λεῦκτρα κατεστρατοπέδευσε καὶ τοὺς στρατιώτας ἐκ τῆς ὁδοιπορίας ἀνελάμβανεν.
οἱ δὲ Βοιωτοὶ προάγοντες ἐπὶ τοὺς πολεμίους, ὡς ἤγγισαν αὐτοῖς καὶ λόφους τινὰς ὑπερβαλόντες ἄφνω κατενόησαν τοὺς Λακεδαιμονίους ἐπέχοντας ἅπαν τὸ Λευκτρικὸν πεδίον, κατεπλάγησαν ἰδόντες τὸ μέγεθος τῆς δυνάμεως. συνεδρευσάντων δὲ τῶν βοιωταρχῶν καὶ βουλευομένων, πότερον χρὴ μένειν καὶ πρὸς πολλαπλασίονα δύναμιν διαγωνίζεσθαι ἢ τὴν ἀναχώρησιν ποιησάμενοι ἐν τόποις ὑπερδεξίοις συστήσονται τὴν μάχην, ἔτυχον αἱ γνῶμαι τῶν ἡγεμόνων ἴσαι γενόμεναι.
ἓξ γὰρ ὄντων βοιωταρχῶν τρεῖς μὲν ᾤοντο δεῖν ἀπάγειν τὴν δύναμιν, τρεῖς δὲ μένειν καὶ διαγωνίζεσθαι, ἐν οἷς ἦν καὶ ὁ Ἐπαμεινώνδας συνεξαριθμούμενος. ἀπορίας δ οὔσης μεγάλης καὶ δυσκρίτου τῶν βοιωταρχῶν ἕβδομος ἧκεν, ὃν πείσας Ἐπαμεινώνδας ὁμόψηφον ἑαυτῷ γενέσθαι προετέρησε τῇ γνώμῃ. ὁ μὲν οὖν ὑπὲρ τῶν ὅλων ἀγὼν τοῦτον τὸν τρόπον ἐκυρώθη. ὁ δ Ἐπαμεινώνδας ὁρῶν τοὺς στρατιώτας δεισιδαιμονοῦντας ἐπὶ τοῖς γεγονόσι σημείοις, ἐφιλοτιμεῖτο διὰ τῆς ἰδίας ἐπινοίας καὶ στρατηγίας μεταθεῖναι τὰς τοῦ πλήθους εὐλαβείας.
διόπερ τινῶν προσφάτως παραγεγονότων ἐκ Θηβῶν ἔπεισεν εἰπεῖν, ὅτι τὰ κατὰ τὸν νεὼν τοῦ Ἡρακλέους ὅπλα παραδόξως ἀφανῆ γέγονε καὶ λόγος ἐν ταῖς Θήβαις διαδέδοται ὡς τῶν ἡρώων τῶν ἀρχαίων ἀνειληφότων αὐτὰ καὶ βοηθεῖν τοῖς Βοιωτοῖς ἀπεληλυθότων. ἄλλον δὲ κατέστησεν ὡς ἀπὸ Τροφωνίου προσφάτως ἀναβεβηκότα καὶ λέγοντα, διότι προστέταχεν ὁ θεὸς αὐτοῖς, ὅταν ἐν Λεύκτροις νικήσωσιν, ἀγῶνα τιθέναι Διὶ βασιλεῖ στεφανίτην: ἀφ οὗ δὴ Βοιωτοὶ ταύτην ποιοῦσι τὴν πανήγυριν ἐν Λεβαδείᾳ. συνήργησε δὲ πρὸς ταύτην τὴν ἐπίνοιαν Λεανδρίας ὁ Σπαρτιάτης, πεφευγὼς μὲν ἐκ Λακεδαίμονος, τότε δὲ συστρατεύων Θηβαίοις.
οὗτος γὰρ ἐν ἐκκλησίᾳ προαχθεὶς ἀπεφήνατο παλαιὸν εἶναι λόγιον τοῖς Σπαρτιάταις, ὅτι τότε τὴν ἡγεμονίαν ἀποβαλοῦσιν, ὅταν ἐν Λεύκτροις ὑπὸ Θηβαίων ἡττηθῶσιν. προσῆλθον δὲ τῷ Ἐπαμεινώνδᾳ καὶ χρησμολόγοι τινὲς ἐγχώριοι, λέγοντες ὅτι περὶ τὸν τάφον τῶν Λεύκτρου καὶ Σκεδάσου θυγατέρων μεγάλῃ συμφορᾷ δεῖ περιπεσεῖν Λακεδαιμονίους διὰ τοιαύτας αἰτίας.
Λεῦκτρος ἦν, ἀφ οὗ τὸ πεδίον τοῦτο ἔσχε τὴν προσηγορίαν.
τούτου θυγατέρας καὶ Σκεδάσου τινὸς ὁμοίως κόρας πρέσβεις Λακεδαιμονίων ἐβιάσαντο: αἱ δὲ ὑβρισθεῖσαι τὴν συμφορὰν οὐκ ἐνέγκασαι, τῇ πατρίδι τῇ πεμψάσῃ τοὺς ὑβριστὰς καταρασάμεναι τὸν βίον αὐτοχειρίᾳ κατέστρεψαν. πολλῶν δὲ καὶ ἄλλων τοιούτων λεγομένων, καὶ τοῦ Ἐπαμεινώνδου συναγαγόντος ἐκκλησίαν καὶ τοὺς στρατιώτας τοῖς οἰκείοις λόγοις προτρεψαμένου πρὸς τὸν ἀγῶνα, πάντες μετέθεντο τὰς γνώμας, καὶ τῆς μὲν δεισιδαιμονίας ἀπελύθησαν, πρὸς δὲ τὴν μάχην εὐθαρσεῖς ταῖς ψυχαῖς κατέστησαν.
ἦλθε δὲ καὶ συμμαχία κατὰ τοῦτον τὸν καιρὸν τοῖς Θηβαίοις παρὰ Θετταλῶν, πεζοὶ μὲν χίλιοι καὶ πεντακόσιοι, ἱππεῖς δὲ πεντακόσιοι, ὧν ἡγεῖτο Ιἄσων.
οὗτος δ ἔπεισε τούς τε Βοιωτοὺς καὶ τοὺς Λακεδαιμονίους ἀνοχὰς ποιήσασθαι καὶ τὰ παράλογα τῆς τύχης εὐλαβηθῆναι. γενομένων δὲ τῶν σπονδῶν Κλεόμβροτος ἀνέξευξε μετὰ τῆς δυνάμεως ἐκ τῆς Βοιωτίας, καὶ ἀπήντησεν αὐτῷ ἄλλη δύναμις μεγάλη Λακεδαιμονίων καὶ τῶν συμμάχων, ἡγουμένου Ἀρχιδάμου τοῦ Ἀγησιλάου.
οἱ γὰρ Σπαρτιᾶται θεωροῦντες τὴν ἑτοιμότητα τῶν Βοιωτῶν, καὶ τὸ θράσος καὶ τὴν ἀπόνοιαν εὐλαβούμενοι, τὴν δευτέραν ἀπεστάλκεισαν δύναμιν, ἵνα τῷ πλήθει τῶν ἀγωνιζομένων περιγένωνται τῆς τῶν πολεμίων τόλμης. συνελθουσῶν δ εἰς ταὐτὸ τῶν δυνάμεων αἰσχρὸν εἶναι ὑπέλαβον οἱ Λακεδαιμόνιοι δεδιέναι τὰς τῶν Βοιωτῶν ἀρετάς.
διόπερ τὰς σπονδὰς παρ οὐδὲν ἡγησάμενοι μετὰ πολλῆς προθυμίας ἀνέκαμψαν εἰς Λεῦκτρα. ἑτοίμων δ ὄντων καὶ τῶν Βοιωτῶν πρὸς τὴν μάχην, ἐξέταττον ἀμφότεροι τὰς δυνάμεις.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기