호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κατὰ τὴν Ιὠνίαν ἐννέα πόλεισ εἰώθεισαν κοινὴν ποιεῖσθαι σύνοδον τὴν τῶν Πανιωνίων, καὶ θυσίασ συνθύειν ἀρχαίασ καὶ μεγάλασ Ποσειδῶνι περὶ τὴν ὀνομαζομένην Μυκάλην ἐν ἐρήμῳ τόπῳ. ὕστερον δὲ πολέμων γενομένων περὶ τούτουσ τοὺσ τόπουσ οὐ δυνάμενοι ποιεῖν τὰ Πανιώνια, μετέθεσαν τὴν πανήγυριν εἰσ ἀσφαλῆ τόπον, ὃσ ἦν πλησίον τῆσ Ἐφέσου. πέμψαντεσ δὲ θεωροὺσ Πυθώδε, χρησμοὺσ ἔλαβον ἀφιδρύματα λαβεῖν ἀπὸ τῶν ἀρχαίων καὶ προγονικῶν αὐτοῖσ βωμῶν ἐξ Ἑλίκησ τῆσ ἐν τῷ τότε μὲν Ιὠνίασ, νῦν δὲ Ἀχαί̈ασ καλουμένησ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기