호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ δ’ Αἰγύπτιοι πολλὴν ἀναστροφὴν λαβόντεσ, εἰσ μὲν τὴν Μέμφιν ἐξέπεμψαν τὴν ἱκανὴν φυλακήν, ἐπὶ δὲ τὸ πεπορθημένον πολισμάτιον πάσαισ ταῖσ δυνάμεσι παραγενόμενοι, καὶ πολλὰ πλεονεκτοῦντεσ διὰ τὴν τῶν τόπων ὀχυρότητα, συμπλοκὰσ ἐποιοῦντο τοῖσ πολεμίοισ συνεχεῖσ. αἰεὶ δὲ μᾶλλον ἐπισχύοντεσ πολλοὺσ ἀνῄρουν τῶν Περσῶν καὶ κατεθάρρουν τῶν πολεμίων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기