호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπ ἄρχοντος δ Ἀθήνησι Σωκρατίδου Ῥωμαῖοι ἀντὶ τῶν ὑπάτων χιλιάρχους κατέστησαν τέτταρας, Κόιντον Σερουίλιον, Σερούιον Κορνήλιον, ἔτι δὲ Σπόριον Παπίριον.? ἐπὶ δὲ τούτων Ἀρταξέρξης ὁ βασιλεὺς ἐστράτευσεν ἐπ Αἰγυπτίους ἀφεστηκότας ἀπὸ Περσῶν. ἡγοῦντο δὲ τῶν δυνάμεων Φαρνάβαζος μὲν τῶν βαρβαρικῶν, Ἰφικράτης δ ὁ Ἀθηναῖος τῶν μισθοφόρων, ὄντων δισμυρίων. ὁ δ ἀνὴρ οὗτος μετάπεμπτος ἐπὶ τὴν στρατηγίαν ὑπὸ τοῦ βασιλέως ἐτάχθη διὰ τὴν ἐν τῷ στρατηγεῖν ἀρετήν. ἔτη δὲ πλείω τοῦ Φαρναβάζου κατανηλωκότος περὶ τὰς παρασκευάς, ὁ μὲν Ἰφικράτης ὁρῶν αὐτὸν ἐν μὲν τῷ λέγειν ὄντα δεινόν, ἐν δὲ τοῖς πραττομένοις νωχελῆ, παρρησίᾳ πρὸς αὐτὸν ἐχρήσατο, φήσας θαυμάζειν πῶς ἐν μὲν τοῖς λόγοις ἐστὶν ὀξύς, ἐν δὲ τοῖς ἔργοις βραδύς.
ὁ δὲ Φαρνάβαζος ἀπεκρίθη, διότι τῶν μὲν λόγων αὐτὸς κύριός ἐστι, τῶν δ ἔργων ὁ βασιλεύς. τῆς δὲ τῶν Περσῶν δυνάμεως ἀθροισθείσης εἰς πόλιν Ἄκην, ἠριθμήθησαν τῶν μὲν βαρβάρων εἴκοσι μυριάδες, ὧν ἦρχε Φαρνάβαζος:
τῶν δὲ μισθοφόρων Ἑλλήνων Ἰφικράτης ἡγεῖτο δισμυρίων. καὶ ναῦς ἠριθμήθησαν τριήρεις μὲν τριακόσιαι, τριακόντοροι δὲ διακόσιαι: τῶν δὲ τὴν ἀγορὰν καὶ τὴν ἄλλην παρασκευὴν κομιζουσῶν πολὺς ἦν ἀριθμός. ἀρχομένου δὲ τοῦ θέρους ἀνέζευξαν οἱ τοῦ βασιλέως στρατηγοὶ μετὰ πάσης τῆς δυνάμεως, καὶ τοῦ στόλου συμπαραπλέοντος προῆγον ἐπὶ τὴν Αἴγυπτον.
ὡς δ ἧκον πλησίον τοῦ Νείλου, κατέλαβον τοὺς Αἰγυπτίουσφανερῶς παρεσκευασμένους τὰ πρὸς τὸν πόλεμον. ὁ γὰρ Φαρνάβαζος βραδεῖαν τὴν στρατείαν ἐποιεῖτο, καὶ πολὺν χρόνον ἐδεδώκει τοῖς πολεμίοις εἰς τὴν παρασκευήν.
ὡς ἐπίπαν γὰρ οἱ τῶν Περσῶν στρατηγοί, τῶν ὅλων οὐκ ὄντες αὐτοκράτορες, περὶ πάντων ἀναφέρουσι τῷ βασιλεῖ, καὶ προσαναμένουσι τὰς περὶ ἑκάστων ἀποκρίσεις.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기